Τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ

Γ'(4) Περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος
ιβ’. Ταύτας οὖν τὰς ἀρετὰς ποιῶν, καὶ τῷ Θεῷ προσφέρων τὴν μετάνοιαν, τήρησον ἀκριβῶς καὶ ἐρεύνησον, μήποτε ἔχῃς ἔχθραν κατὰ τινος, καὶ ὁ σκοπὸς σου ἅμα εἰς κενὸν γένηται· ἀλλὰ καθὼς εἶπεν ὁ ἀπόστολος Παῦλος, «Μετά φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ἐργαζόμενοι», καὶ τηροῦντες τὴν τοῦ Χριστοῦ ἐντολὴν τὴν λέγουσαν· «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν». Ἐὰν οὖν προσεύχῃ τῷ Θεῷ ἐν ὅλη καρδία, καὶ οὐ χλευάζων καὶ μετεωριζόμενος, τήρησον αὐτοῦ τὴν ἐντολὴν ταύτην, καὶ ἄφες , εἴ τι ἔχεις κατὰ τινος. Βούλει ἀφεθῆναί σοι τὰ ἴδια παραπτώματα; Ἄφες καὶ σὺ τὰ τοῦ πλησίον. Ἐὰν δὲ σὺ οὐκ ἀφίῃς τὰ τοῦ ἀδελφοῦ παραπτώματα, οὐδὲ τὰ σά ἀφήσει ὁ Δεσπότης· εἶπε γάρ, ὅτι «Ἐὰν μὴ ἀφήσητε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ ὑμέτερα». Καὶ οἶδαμεν πάντες, ὅτι οὐ ψεύδεται· ἀψευδὴς γὰρ ἐστι, καὶ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Γίνου οὖν ἕτοιμος προσδεχόμενος καθ’ ἑκάστην ἡμέραν τὸν ἀπαιτοῦντα τὴν ψυχὴν σου. Μὴ σήμερον μετανοήσῃς, καὶ αὔριον ἐπιλάθῃ· μὴ σήμερον κλαύσῃς, καὶ αὔριον χορεύσῃς· μὴ σήμερον νηστεύσῃς, καὶ αὔριον μεθύων προέλθῃς, περιφερόμενος ὑπὸ πολλῶν· μὴ σήμερον ἀγρυπνήσῃς, καὶ αὔριον ἀναπέσῃς· ἀλλὰ τὴν σωτηρίαν σου μερίμνησον, ἵνα στεφανωθῇς. Μὴ νοθεύσῃς τὴν ἀρετήν, μὴ περιφύγῃς τὸν κόπον, ἵνα μὴ στερηθῇς τῶν στεφάνων. Μίσησον πᾶσαν χαρὰν τοῦ κόσμου τούτου, καὶ τὴν δόξαν αὐτοῦ. Καὶ εἰπὲ μετὰ τοῦ Δαυΐδ· «Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σοῦ ἠγάπησα»· καὶ «Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰς ἐντολὰς σου». Σπούδασον οὖν πάντοτε ἕτοιμος εἶναι, ἵνα ὅταν ἔλθῃ ὁ ἀπαιτῶν τὴν ψυχήν, εὕρῃ σε ἕτοιμον ἐν τῇ μετανοίᾳ· κἀγώ ἐγγυῶμαί σοι, ὅτι οὐ μὴ σε χωρίσῃ τῶν σωζωμένων. Τήρησον ἀεὶ τὴν τοῦ Κυρίου ἐντολήν, τὸ, «Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν». Καὶ πάλιν λέγει· «Γένεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται». Ἄκουσον καὶ τοῦ Ἀποστόλου λέγοντος· «Ἀδιαλείπτως προσεύχεσθε». Νοεῖτε τί ἐστι τό, «Ἀδιαλείπτως»· τουτέστι, πάντοτε, ἐν παντὶ καιρῷ, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας, καὶ κατὰ πᾶσαν ὥραν, καὶ ἐργαζόμενος καὶ ὁδεύων, καὶ ποιμένων καὶ ἀροτριῶν, καὶ κοιμώμενος καὶ ἀνιστάμενος. Μὴ ἀναμείνῃς Κυριακήν, ἢ ἑορτήν, ἢ τόπου διαφοράν. Οὐ γὰρ ἐν τόπῳ περιγράφεται τὸ Θεῖον· «Ἐν γὰρ χειρί αὐτοῦ τὰ πέρατα τῆς γῆς». Διὰ τοῦτο καὶ ὁ προφήτης Δαυΐδ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα προσευχόμενος, οὐκ ἀνέμενεν ἡμέραν, οὐδὲ τόπου διαφοράν, ἀλλὰ δακρύων ἔλεγε, καὶ παραινῶν τὴν ἑαυτοῦ ψυχήν· «Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχὴ μου Κύριον». Καὶ σύ, ἀγαπητέ, μὴ ἀναμένῃς ὥραν, ἢ ἡμέραν, ἢ τόπου διαφοράν· ἀλλὰ καθὼς προείρηται, ἐν παντὶ τόπῳ, καὶ ἐν οἴκῳ σου προσεύχου, καὶ ἐν τῇ ἐκκλησίᾳ γενόμενος προσεύχου, καὶ ὅπου δ’ ἂν τυγχάνῃς, προσεύχου, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Θεοῦ. «Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ἐπὶ τὸ αὐτὸ πλούσιος καί πένης», εἴτε ἄρσεν, εἴτε θῆλυ, εἴτε μιγάδες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται καὶ νέοι, βασιλεῖς τῆς γῆς, καὶ πάντες κριταὶ γῆς, ἀκούσατε τὸ γεγραμμένον· «Ὁ καιρὸς συνεσταλμένος ἐστίν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν». Ἀρνησώμεθα «Τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». Μέμνήσθέ μου πάντοτε, ἀδελφοί, καὶ κρατεῖτε τὰς παραδόσεις, ἂς παρελάβετε παρὰ τῶν μακαρίων ἀνδρῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ τοῦ Δεσπότου τῶν ὅλων. Ὑπόδειγμα δὲ τῆς κακοπαθείας καὶ μακροθυμίας ἔχετε τοὺς προφήτας, τῆς ὑπομονῆς τὸν Ἰώβ, τῆς σωφροσύνης τὸν Ἰωσήφ, τῆς διακρίσεως τὸν Δανιήλ, τῆς ἀγάπης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, τῆς μετανοίας τὸν θεοπάτορα Δαυΐδ ἔχετε. Οὗτος γὰρ τύπος μετανοίας ἡμῖν γέγονε, παραινῶν ἡμῖν, καὶ παρακαλῶν, καὶ λέγων, «Δεῦτε τέκνα, ἀκούσατὲ μου»· κἀγώ ὑμῖν ὑποδείξω τὸν τρόπον τῆς μετανοίας· ἐπειδὴ κἀγώ ποτε ἐσκανδαλίσθην, ἀλλὰ διὰ τῆς μετανοίας ἀνέστην· καὶ γινώσκω τὴν τοῦ Δεσπότου φιλανθρωπίαν· οἶδα πῶς γνησίως τοὺς μετανοοῦντας, ὑπτίαις χερσὶν ὑποδέχεται· ἀδύνατον γὰρ τὸν ἐμόν Δεσπότην ψεύσασθαι. Ἤκουσα γὰρ αὐτοῦ λέγοντος· «Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἅπαξ ὤμοσα ἐν τῷ αγίῳ μου. Ζῶ ἐγώ, ὃς οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ». Ἠκούσατε, ὅτι καθ’ ἑαυτοῦ ὤμοσεν ὁ φιλάνθρωπος. Διὰ τοῦτο προτρέπομαι πάντας· «Δεῦτε, τέκνα, ἀκούσατὲ μου», καὶ ὡς καιρὸν ἔχομεν, ὀξυποδήσωμεν, πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην· «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ὁμολογήσει. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς». Ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς, αὐτὸς «Οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς»· αὐτὸς γὰρ ἐστιν ὁ Θεὸς τῶν μετανοούντων, αὐτὸς προσδέχεται ἡμᾶς μετανοοῦντας, αὐτὸς καὶ ποιμανεῖ ἡμᾶς· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ πᾶσα εὐχαριστία, τῷ Πατρί καὶ τῷ Υιῷ καὶ τῷ αγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.

Πηγή: SPURIA SERMO DE PSEUDOPROPHETIS, ETC.(σελ. 566 – 567 – 568).




