M

Close

Λόγος περὶ ψευδιπροφητῶν, καὶ ψευδοδισκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐρρήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος. (Γ’ 3)

Τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ

Γ'(3) Περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος          

ια’. Ἀλλὰ πάντως τις ἀποκρίνεται, ὅτι ἰδοὺ ἱκανῶς καθήψω ἡμῶν διὰ τοῦ λόγου, καὶ τὰ σκυθρωπὰ ὑπέδειξας, καὶ τὰς κολάσεις ὑπέμνησας, καὶ τὰς τιμωρίας διεγράψω, καὶ περισσῶς κατέπληξας καὶ ἐφόβησας. Καὶ οἶδα ἀληθῶς, ὅτι οὕτως ἐστίν· καὶ οἶδα, ὅτι ἕκαστος ὑμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ, καὶ ἕκαστος θερίσει ὃ ἔσπειρεν, καὶ ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει. Ἀλλ’ ὡς ταῦτα ἀπήγγειλας, καὶ εἰς μέσον ἤγαγες, καὶ κατέπληξας καὶ ἐφόβησας, ὑπόδειξον ἡμῖν λοιπὸν καὶ τῆς σωτηρίας τὸν τρόπον, δὸς καὶ τῆς πληγῆς τὴν ἴασιν· ὥσπερ εἶπες τὰ καταπληκτικά, εἰπὲ καὶ τὰ χαροποιά. Ἰδοὺ σωθῆναι θέλω, τί ποιήσω; πῶς σωθῶ; ποίῳ τρόπῳ χρήσομαι; πρὸς τίνα καταφεύξομαι; Πολλὰ γὰρ ἥμαρτον, καὶ ἐν ἔργοις καὶ ἐν λόγοις, καὶ ἑκουσίως καὶ ἀκουσίως, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ κατὰ πᾶσαν ὥραν. Τί οὖν ποιήσω; πῶς σωθῶ; πρὸς τίνα καταφεύξομαι; Ἐγὼ σοι λέγω πρὸς τίνα καταφύγῃς. Ὁ μακάριος Δαυΐδ ὑπέδειξε πρὸς τίνα δεῖ καταφυγεῖν, εἰπών· «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις». Τοῦτο ὑπέδειξεν καὶ Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Τοῦτο ἀπήγγειλε καὶ ὁ ἄγγελος, λέγων· «Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν»· καὶ πάλιν ὁ προφήτης Δαυΐδ λέγει· «Κύριε, πρὸς σὲ κατέφυγον». Πρὸς τοῦτον καὶ σὺ κατάφυγε τὸν εἰπόντα· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς»· τὸν εἰπόντα, «Οὐ χρείαν ἔχουσιν  οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες»· τὸν εἰπόντα, «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν»· τὸν λέγοντα, «Δεῦτε πάντες πρὸς με οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς»· τὸν εἰπόντα, «Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»· τὸν λέγοντα, ὅτι «Τὸν ἐρχόμενον πρὸς μέ, οὐ μὴ ἐκβάλω ἔξω»· τὸν εἰπόντα διὰ τοῦ προφήτου, «Ζῶ ἐγὼ, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ επιστρέψαι καὶ ζῆν αὐτόν»· τόν εἰπόντα, ὅτι «Ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας»· τὸν εἰπόντα, «Χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ αμαρτωλῷ μετανοοῦντι». Πρὸς τοῦτον κατέφευγε μετανοῶν καὶ δακρύων. Μετανόησον, καὶ μὴ διακριθῇς· μετανόησον, καὶ μὴ ἀθυμήσῃς, μηδὲ ἀπογνώσῃς σεαυτόν ἔχοντα σωτηρίας φάρμακα. Ἐν οὐρανῷ χαρὰ γίνεταὶ σου μετανοοῦντος, καὶ σὺ ῥαθυμεῖς; ἄγγελοι σκιρτῶσι, καὶ σὺ νυστάζεις; διὰ σὲ παραγέγονεν ὁ ἰατρὸς τῶν ψυχῶν, καὶ σὺ τὸ τραῦμα κρύπτεις; αὐτὸς κράζει· ἐπιστράφητε πρὸς μέ, υἱοὶ ἀνθρώπων, δεῦτε πρὸς μέ· καὶ σὺ οὐ σπουδάζεις; αὐτὸς κράζει· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν». φιλανθρωπία Δεσπότου ἀνείκαστος! «Οὐκ ἦλθον καλέσαι δικαίους, φησίν, ἀλλὰ ἁμαρτωλούς». Θάρσει οὖν, ἁμαρτωλέ, καὶ μὴ ἀθυμήσῃς. Σὲ γὰρ ἦλθε καλέσαι ὁ ποιμὴν ὁ καλός· διὰ σὲ ἔκλινεν οὐρανούς, καὶ κατέβη, λέγων· «Δεῦτε πρὸς μέ, πάντες οἱ πεφορτισμένοι. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς». Ὅρα δὲ μὴ χαυνωθῇς ἐπὶ τῷ λόγῳ, ἀκούων τὴν αὐτοῦ ἄφατον φιλανθρωπίαν· οὐ γὰρ μόνον τὴν κλῆσιν ψιλὴν εἴρηκεν ἀλλὰ προσέθηκε τό, «Εἰς μετάνοιαν. Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»  οὐκ εἰς γελοῖα, ἀλλ’ εἰς δάκρυα· οὐκ εἰς αἰσχρολογίαν, ἀλλ’ εἰς δοξολογίαν· οὐκ εἰς ἄριστα καὶ δεῖπνα καὶ μέθην, ἀλλ’ εἰς νηστείαν καὶ ἀγρυπνίαν καὶ δάκρυα· οὐκ εἰς χορεύματα καὶ κιθαρισμούς καὶ καταλέγματα, ἀλλ’ εἰς πένθος καὶ θλίψιν καὶ στεναχωρίαν, λέγων· «Μακάριοι οἱ πενθοῦντες» καὶ κλαίοντες, δηλονότι, τὰς ἁμαρτίας αὐτῶν. Ἅρξαι οὖν τοῦ μετανοεῖν· βάλε τὴν ἀρχὴν μόνον, καὶ ὁ Θεὸς τῶν μετανοούντων συνεργήσει, καὶ ἐνισχύει σε, καὶ εὑρήσεις χάριν πολλήν, καὶ γενήσεται ἐν σοί ὑπὲρ μέλι καὶ κηρίον. Πολλαὶ ὁδοὶ βίου, καθὼς γέγραπται, καὶ πολλοὶ τρόποι τῆς σωτηρίας. Οἵῳ τρόπῳ θέλεις, σώθητι, μόνον σώθητι. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, οὐ ζητεῖ ὁ Θεός. Οὐκ ἔχεις ἄρτον, οὐκ ἔχεις ἱμάτιον. Κλῖνον τὰ γόνατα, τύψον τὸ στῆθος, κατάγαγε τὰ δάκρυα, στέναξον, πένθησον, ἔκτεινον τὰς χεῖρας σου εἰς τὸν οὐρανόν, ἆρον τὸ ὄμμα σόν πρὸς τὸν Δεσπότην, νήστευσον, αγρύπνησον. Ταῦτα ἔχει πᾶς ἄνθρωπος, καὶ αρνήσασθαι οὐ δύναται· ταῦτα σπούδασον προσάγειν τῷ Θεῷ πάντοτε. Ἀλλὰ καὶ ταῦτα μετὰ σκοποῦ καὶ διακρίσεως δεῖ ποιεῖν, ἵνα μὴ εἰς ἀνόνητα τρέχῃς, καὶ εἰς κενὸν κοπιᾷς.

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος

           Πηγή: SPURIA SERMO DE PSEUDOPROPHETIS, ETC.(σελ. 565 – 566).

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ἡ ὑψίστη παρηγορία

Ἡ ὑψίστη παρηγορία

† Ἀρχιμανδρίτης Ἰωήλ Γιαννακόπουλος Περιστατικά καί νουθεσίες τοῦ Ἀρχιμανδρίτη Ἰωήλ Γιαννακόπουλου σταχυολογηθεῖσες ἀπό τευχίδιο τοῦ π. Ἐπιφάνειου Θεοδωρόπουλου.            «.....Ἀποτελεῖ παρηγορίαν δι' ἡμᾶς τὸ νὰ...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ' Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. ΑΙΩΝΙΑ Η...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ'` Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. Η ΔΕΥΤΕΡΑ...