M

Close

Λόγος περὶ ψευδιπροφητῶν, καὶ ψευδοδισκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐρρήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος. (Γ’ 2)

Τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ

Γ'(2) Περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος

          ι’. Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καί δεῖπνα, καί τρυφήν, καί ἀπάτην, καί θόρυβον, καί ἀτάκτους φωνάς, ὑπομνήσθητι τοῦ Κυρίου λέγοντος· «Οὐαί οἱ ἐμπεμπλησμένοι, ὅτι πεινάσετε· οὐαί οἱ γελῶντες νῦν, ὅτι πενθήσετε». Ὅταν ἴδῃς χορεύοντας, καί παίζοντας, καί τά ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καί δακρύσας ὑπομνήσθητι τοῦ Δαυΐδ λέγοντος· «Οὐκ ἔγνωσαν οὐδέ συνῆκαν, ἐν σκότει διαπορεύονται»· καί τοῦ προφήτου Ἡσαΐου λέγοντος· «Οὐαί οἱ ἐγειρόμενοι τό πρωΐ, καί τά σίκερα διώκοντες, οἱ μένοντες ὀψέ, μετά κιθαρῶν, καί ψαλτηρίων, καί τυμπάνων, καί αὐλῶν, τόν οἶνον πίνοντες· τά δέ ἔργα τοῦ Θεοῦ οὐ βλέπουσι, καί τά ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Καί ἁπλῶς πᾶν σκάνδαλον θεωρῶν γινόμενον, ὑπομνήσθητι τοῦ Δεσπότου λέγοντος· «Οὐαί τῷ κόσμῳ ἀπό τῶν σκανδάλων· ἀνένδεκτον δέ ἐστι μή ἐλθεῖν τά σκάνδαλα· οὐαί δέ δι’ οὐ ἔρχεται». Ἀλλά τί φασιν οἱ βαρυκάρδιοι, οἱ ζητοῦντες τό ψεῦδος; οὐκ ἔστι κακόν, λέγοντες, τό μετεωρίζεσθαι· τί γάρ βλάπτει ἡ κιθάρα καί τά λοιπά ὄργανα; Ὤ ἐσχάτης ἀνοίας· ὤ τῆς πονηρᾶς ἐπινοίας τοῦ διαβόλου. Γενεά πονηρά καί μοιχαλίς, ταῦτα Κυρίῳ ἀνταπόδοτε; Ὁ ἄχραντος Δεσπότης πανταχοῦ ἐνετείλατο, μήτε ὅλως μετεωρίζεσθαι Χριστιανόν, καί σύ λέγεις, τί βλάπτει ταῦτα; «Οὐαί οἱ λέγοντες τό πικρόν γλυκύ· Οὐαί οἱ τιθέντες τό σκότος φῶς». Εἰπάτωσαν δέ ἡμῖν οἱ ἀπαίδευτοι, ἐκ ποίας ἱερᾶς Γραφῆς παραστῆσαι δύνανται, ὅτι χρή τόν Χριστιανόν ποιεῖν ταῦτα τά σχήματα; ποία βίβλος τῶν ἁγίων, ποῖα Εὐαγγέλια ἐδίδαξεν οὕτως ἀσχημονεῖν τούς Χριστιανούς; Ἰδού ἡ καθολική καί ἀποστολική Ἐκκλησία ἀπό ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καί ἀπό περάτων τῆς οἰκουμένης κράζει, καί διδάσκει, καί παραινεῖ, διά τε νόμου, καί προφητῶν, καί ἀποστόλων, καί αὐτοῦ τοῦ Δεσπότου, καί οὐδαμοῦ τις εὗρεν, ὅτι ἐπετράπη Χριστιανός ποιεῖν ταῦτα τά σχήματα. Πόσοι βασιλεῖς καί δυνάσται, καί σοφοί, καί εὐγενεῖς, καί ἔνδοξοι, καί νομικοί, καί δοῦλοι καί ἐλεύθεροι, καί πτωχοί καί πλούσιοι, καί πρεσβῦται καί νέοι; τίς ἐκ τούτων πάντων δύναται ἀποδεῖξαι ἤ παραστῆσαι περί τούτων, ὅτι ἐπετράπη ὁ Χριστιανός κιθαρίζειν, ἤ ὀρχεῖσθαι, ἤ ἄλλο τι τοιοῦτον ποιεῖν, ὧν προειρήκαμεν; Οὐδείς δύναται παραστῆσαι. Μηδείς πλανάτω ὑμᾶς· οὐκ ἔστι ταῦτα Χριστιανῶν· ταῦτα ἀλλότριά εἰσι τῆς καθολικῆς Ἐκκλησίας· ταῦτα πάντα τά ἔθνη τοῦ κόσμου ποιοῦσι. Μηδείς, ἀδελφοί μου, πλανάτω ὑμᾶς· ὅσοι ἐν τούτοις ἐνάγεσθε, τῆς χάριτος ἐξεπέσατε· Χριστός οὐδέν ὑμᾶς ὠφελήσει. Ἐπανέλθωμεν δέ πάλιν ἐπί τήν πρώτην καί καλήν ὁμολογίαν, εἰς ἥν ἐκλήθημεν, ἐνώπιον πολλῶν μαρτύρων, ἐπί ἀγγέλων καί ἀνθρώπων καί τοῦ κτίστου τῶν ὅλων· αὐτός γάρ τό γραμματεῖον τῆς ὁμολογίας ἡμῶν κατέχει ἐν οὐρανῷ, ἀποδοῦναι ἑκάστῳ καθώς ἔπραξε καί ἐφύλαξε τήν ὁμολογίαν. Ἑκάστου γάρ ἡμῶν γεγραμμέναι εἰσί, καί αἱ συνθῆκαι, καί ἡ τοῦ διαβόλου ἀποταγή καί πρός Χριστόν συνταγή, καί τά ἔργα ἡμῶν καί αἱ πράξεις, καί οἱ λόγοι, καί τά ἐνθυμήματα, καί οἱ μετεωρισμοί, καί τά γέλοια· καί πάντα γεγραμμένα ἔχων ἔρχεται ὁ Χριστός. Λοιπόν οὖν τί βούλει; ψεύσασθαι αὐτῷ; Ἀλλ’ οὐκ ἔστι δυνατόν· ἐν γάρ χειρί αὐτοῦ καί σύ καί οἱ λόγοι σου. Ἀλλά βούλει κρύπτεσθαι; Ἀλλ’ οὐκ ἔστι δυνατόν, ἐπειδή ἐν χειρί αὐτοῦ τά πέρατα τῆς γῆς, «Καί οὐκ ἔστι κτίσις ἀφανής ἐνώπιον αὐτοῦ· πάντα δέ γυμνά καί τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ», καί οὐ κρυβήσῃ ἀπό προσώπου αὐτοῦ. Ἐάν εἰς τόν οὐρανόν ἀναβῇς, αὐτός ἐκεῖ ἐστιν· ἐάν καταβῇς εἰς τήν ἄβυσσον, ἐκεῖ πάρεστι. Γέγραπται γάρ, ὅτι «Πάντα, ὅσα ἐθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καί ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καί ἐν πάσαις ταῖς ἀβύσσοις». Τί οὖν ποιήσωμεν, ἀδελφοί; Στενά ἡμῖν πανταχόθεν· «Αὐτός γάρ γινώσκει τά κρύφια τῆς καρδίας καί νεφρούς». Φυγεῖν οὐκ ἔστιν· οὐ γάρ ἔστιν ὅς ἐξελεῖται ἐκ τῶν χειρῶν αὐτοῦ. Κρυβῆναι ἀδύνατον· κατέχει γάρ τόν γῦρον τῆς γῆς, καί τούς κατοικοῦντας ἐν αὐτῇ, ὡσεί ἀκρίδας. Ἀντιστῆναι οὐκ ἔνι, καθώς γέγραπται, ὅτι «Σύ φοβερός εἶ, καί τίς ἀντιστήσεταί σοι;» Αὐτός γάρ δεσπόζει τῶν ἐπουρανίων καί ἐπιγείων καί καταχθονίων, ὁ μέλλων καταργεῖν πᾶσαν ἀρχήν καί ἐξουσίαν καί δύναμιν. Ἀπολογία οὐκ ἔνι, οὐδέ ἀφορμή, οὔτε ἔννοια. Διά τοῦτο ἀπό περάτων τῆς γῆς ἕως περάτων ἡ θεία Γραφή βοᾷ, καί παραινεῖ, καί ἐλέγχει, καί νουθετεῖ, καί διαμαρτύρεται, καί ἀπειλεῖ. Διό φησιν ὁ Δεσπότης ἡμῶν· «Ὁ ἀθετῶν με, καί μή λαμβάνων τά ῥήματά μου, ἐγώ οὐ κρίνω αὐτόν· ὁ λόγος, ὅν ἐλάλησα, κρινεῖ αὐτόν ἐν τῇ ἐσχάτῃ ἡμέρα». Καί πάλιν λέγει· «Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν». Ἠκούσατε, ὅτι οὐδείς πρόφασιν ἔχει. Ὄντως, ἀδελφοί, στενά ἡμῖν πανταχόθεν.

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος

          Πηγή: SPURIA SERMO DE PSEUDOPROPHETIS, ETC.(σελ. 564 – 565).

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ἡ ὑψίστη παρηγορία

Ἡ ὑψίστη παρηγορία

† Ἀρχιμανδρίτης Ἰωήλ Γιαννακόπουλος Περιστατικά καί νουθεσίες τοῦ Ἀρχιμανδρίτη Ἰωήλ Γιαννακόπουλου σταχυολογηθεῖσες ἀπό τευχίδιο τοῦ π. Ἐπιφάνειου Θεοδωρόπουλου.            «.....Ἀποτελεῖ παρηγορίαν δι' ἡμᾶς τὸ νὰ...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ' Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. ΑΙΩΝΙΑ Η...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ'` Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. Η ΔΕΥΤΕΡΑ...