M

Close

Τό Πηδάλιο τῆς Ἐκκλησίας τοῦ Χριστοῦ

            Διά τῆς νηός ταύτης εἰκονίζεται ἡ καθολική τοῦ Χριστοῦ Ἐκκλησία, τῆς ὁποίας, τροπίς μέν εἶναι ἡ πρός τήν ἁγίαν Τριάδα ὀρθόδοξος πίστις. Δοκοί δέ καί σανίδες, τά τῆς πίστεως δόγματα καί αἱ παραδόσεις. Ἱστός, ὁ Σταυρός. Ἅρμενα, ἡ Ἐλπίς καί Ἀγάπη. Κυβερνήτης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Πρωρεῖς καί ναῦται, οἱ Ἀπόστολοι, καί οἱ τῶν Ἀποστόλων διάδοχοι, καί Κληρικοί πάντες. Γραμματικοί καί νοτάριοι, οἱ κατά καιρούς διδάσκαλοι. Ἐπιβάται, ἅπαντες οἱ ὀρθόδοξοι χριστιανοί. Θάλασσα, ὁ παρών βίος. Πνεῦμα γαληνόν καί ζεφύριον, αἱ τοῦ ἁγίου Πνεύματος πνοαί τε καί χάριτες. Ἄνεμοι, οἱ κατ’ αὐτῆς πειρασμοί, Πηδάλιον δέ αὐτῆς, δι’ οὗ πρός τόν οὐράνιον λιμένα ἰθύνεται, ἡ παροῦσα Βίβλος τῶν ἱερῶν Κανόνων ἐστίν. – Ὅρα καί τόν θεῖον Χρυσόστομον νηῒ παρεικάζοντα τήν Ἐκκλησίαν (τόμ. ς’. σελ. 426. στίχ. 10. Καί τόμ. ζ’. σελ. 502. στίχ. 20. τῆς ἐν Ἐτώνῃ ἐκδόσεως).

Πηδάλιον Αγ. Νικοδήμου Αγιορείτου, σελ. κβ’ Εκδόσεις Βασ. Ρηγόπουλου 2003.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

ΠΡΟΦΗΤΕΙΑ ΠΕΡΙ ΤΩΝ ΜΟΝΑΧΩΝ ΤΗΣ ΕΣΧΑΤΗΣ ΓΕΝΕΑΣ

ΠΡΟΦΗΤΕΙΑ ΠΕΡΙ ΤΩΝ ΜΟΝΑΧΩΝ ΤΗΣ ΕΣΧΑΤΗΣ ΓΕΝΕΑΣ

Τοῦ Ἀββᾶ ΜΩ∙Υ∙ΣΕΩΣ τοῦ Αἰθίοπος            Ὁ ἀββᾶς Μωϋσῆς ὁ Αἰθίοψ προεφήτευσεν εἰπὼν ὅτι εἰς τὰς ὑστερινὰς ἡμέρας τοῦ ἑβδόμου καὶ ἡμίσεος αἰῶνος, ἡ Μοναδικὴ πολιτεία θέλει ἀμεληθῆ τελείως καὶ μέλλει νὰ καταφρονηθῇ...

Τα θαυμαστά γεγονότα τῆς ἐν ἐξορίᾳ κοιμήσεως & τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

Τα θαυμαστά γεγονότα τῆς ἐν ἐξορίᾳ κοιμήσεως & τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

           Ὁ μακάριος καί θεῖος πατήρ ἡμῶν Ἰωάννης ὁ Χρυσόστομος, ἐπειδή δέν παρέβλεπε τό δίκαιον ἐκ φιλοπροσωπίας, ἀλλ’ ἤλεγχε πᾶσαν ἀδικίαν, διά τοῦτο ἤλεγχε καί τήν βασίλισσαν Εὐδοξίαν διά τάς παρανομίας καί ἀδικίας, ὅσας ἔκαμνε καί μάλιστα, ἐπειδή διά τυραννικοῦ...

ΜΝΗΜΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΕΙΣΜΟΥ

ΜΝΗΜΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΕΙΣΜΟΥ

Ἔσεισας, ἀλλ’ ἔστησας αὖθις γῆν, Λόγε, Τῆς σῆς γάρ ὀργῆς οἶκτός ἐστι τό πλέον.            Εἰς τούς τελευταίους χρόνους τῆς βασιλείας Θεοδοσίου τοῦ Μικροῦ ἐν ἡμέρῃ Κυριακῇ ὥρᾳ δευτέρᾳ, ἔγινε σεισμός εἰς τήν Κωνσταντινούπολιν τόσον μέγας, ὥστε ἐκρημνίσθησαν τά τείχη...