Τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ

Γ'(1) Περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος
η’. Καί μή θαυμάσῃς, ἐάν οἱ ποιμένες λύκοι γίνωνται. Πρός γάρ ἐπισκόπους καί πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι «Ἐξ ὑμῶν αὐτῶν αναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα». Ὥστε μηδείς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικόν, καί ἔσωθεν διαβολικόν. Διά τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Καγώ δέ πάλιν τά ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπό τῶν ἔσωθεν, μήτε ἀπό τῶν ἔξωθεν, μή ἐπίσκοπος, μή πρεσβύτερος, μή διάκονος, μή ἀναγνώστης, ἤ τις ἐάν ᾖ λαλῶν διεστραμμένα· «Οἵτινες ἔρχονται πρός ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες»· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τήν δέ δύναμιν αὐτῆς ἠρνημένοι. Ὑμεῖς δέ, ἀγαπητοί, μή πλανηθῆτε, ἀλλ’ ὡς παρελάβετε τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐν αὐτῷ περιπατεῖτε· καί ὁ Θεός τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν. Καί περί μέν τούτων ἐνταῦθα ἀποδώσω τόν λόγον· μικρά δέ διαλεχθείς περί σημείων τῆς συντελείας, καταπαύσω. Ὅταν δέ ἄρξωμαι λαλεῖν περί τή συντελείας, φρίκη μοι ἐπέρχεται, καί ἐξίσταμαι. Πάντα μέν τά τοῦ Κυρίου θαυμαστά, μεγάλα καί φοβερά καί ἔνδοξα· τό δέ τέλος τῆς συντελείας καί τό τῆς δευτέρας αὐτοῦ παρουσίας μυστήριον, ὑπέρ λόγον καί νοῦν καί ἔννοιαν, ὑπερβαίνει πᾶσαν διήγησιν, καί καταπλήττει πᾶσαν ἀκοήν. Μέγας δέ ἀγῶν καί πολύς πόθος τῶν μαθητῶν, ἀκούειν παρά τοῦ διδασκάλου σημεῖα περί τῆς συντελείας. Ὡς γάρ πολλάκις ἠκούσατε τοῦ Εὐαγγελίου λέγοντος, ὅτι «Καθημένου τοῦ Ἰησοῦ ἐπί τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ μαθηταί αὐτοῦ κατ’ ἰδίαν λέγοντες· Εἰπέ ἡμῖν, τί τό σημεῖον τῆς σῆς παρουσίας, καί τῆς συντελείας τοῦ αἰῶνος». Ὅρα τό σοφόν καί συνετόν τῶν μαθητῶν. Ὅταν μέγα τι εβούλοντο ἐρωτᾷν, οὐ πάντες αὐτῷ προσέρχονται, ἀλλά κατ’ιδίαν, καί φάσιν· Εἰπέ ἡμῖν, Δέσποτα, καί τό, εἰπέ ἡμῖν, ἀγαθέ· εἰπέ ἡμῖν, καρδιογνῶστα· εἰπέ ἡμῖν, ὁ γινώσκων τά ἔσχατα καί τά ἀρχαῖα· εἰπέ ἡμῖν, ὁ εἰδώς τά πάντα πρίν γενέσεως αὐτῶν· εἰπὲ ἡμῖν, ὁ ποιητής τῶν αἰώνων· εἰπέ ἡμῖν, ὁ Πατήρ τοῦ μέλλοντος αἰῶνος· εἰπέ ἡμῖν, «Τί τό σημεῖον τῆς σῆς παρουσίας καί συντελείας τοῦ αἰῶνος», ὅταν μέλλῃς ἔρχεσθαι κρῖναι ζῶντας καί νεκρούς πάσης τῆς οἰκουμένης· ὅταν καταργήσῃς πᾶσαν ἀρχήν καί πᾶσαν ἐξουσίαν καί δύναμιν· ὅταν καμφθῇ σοι πᾶν γόνυ ἐπουρανίων, καί ἐπιγείων καί καταχθονίων· «Εἰπέ ἡμῖν, τί τό σημεῖον τῆς παρουσίας σου», ὅπως καί ἡμεῖς διδάξωμεν πάντα τά ἔθνη τήν παράδοξόν σου παρουσίαν. Ὁ δέ Κύριος εἶπεν αὐτοῖς· «Βλέπετε, μή πλανηθῆτε· πολλοί γάρ ἐλεύσονται ἐπί τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός. Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ· ὅτι ὁ καιρός ἐγγύς ἐστι». Ὅπερ νῦν ἡμεῖς θεωροῦμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, τότε εἶπεν, Ὅτι καιρός ἐγγύς ἐστι· νῦν έστηκε, καί πάντες θεωροῦμεν. Ὁρᾷς, πόση σπουδή τοῦ Δεσπότου περί ψευδοδισκάλων καί αἱρετικῶν τοῦ ἀπογυμνῶσαι, καί δεῖξαι ἡμῖν τόν κεκρυμμένον ἐν αὐτοῖς δόλον; Διό καί πρό τῶν σημείων ἐν τῇ ἐρωτήσει τῶν μαθητῶν, τούτους προήγαγεν ὡς λύκους τῆς ποίμνης καί τοῦ Ἀντιχρίστου προδρόμους· εἶτα προεῖπε τά ἀκόλουθα, πολέμους καί ἀκαταστασίας, ἔθνος ἐπί ἔθνος, καί βασιλείαν ἐπί βασιλείαν· ἅπερ ὁρῶντες νῦν, οὐ συνίεμεν, βλέποντες κατά τόπους πολέμους, καί λιμούς, καί φόβητρα, καί σημεῖα ἀπό τοῦ οὐρανοῦ, καί τά λοιπά ἅπερ εἴρηκεν, τά πλεῖστα ὁρῶντες, οὐ συνίεμεν. Τότε, φησί, «σκανδαλισθήσονται πολλοί, καί ἀλλήλους παραδώσουσι». Καί ποῦ νῦν οὐκ ἔστι προδοσία; οὐχί πάντες σχεδόν κατ’ ἀλλήλων γεγόνασι, καί μισοῦσιν ἀλλήλους; Καί τοῦτο πεπλήρωται, καθώς ὁρῶμεν. Οὐχί πάντες κατ’ ἀλλήλων γεγόνασιν, ἔθνος ἐπί ἔθνος, βασιλεία ἐπί βασιλείαν, ἄρχοντες κατά τῶν ὁμοίων, ἐπίσκοποι κατά ἐπισκόπων, πρεσβύτεροι κατά πρεσβυτέρων, καί διάκονοι κατά διακόνων, ἀναγνῶσται κατ’ ἀλλήλων, λαϊκοί κατά λαϊκῶν; «Διά γάρ τό πληθυνθῆναι τήν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν». Διά τοῦτο προεῖπεν ὁ Δεσπότης· «Ἐρευνᾶτε τάς Γραφάς», καί, «Οὐ μή πλανηθῆτε». Ἕτερον δέ πάλιν σημεῖον προέθηκεν λέγων· «Καί κηρυχθήσεται τοῦτο τό Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔνθεσι». Καί τότε προσδέχου τό τέλος, προσδόκα ἰδεῖν βδέλυγμα τῆς ἐρημώσεως, τόν υἱόν τῆς ἀπωλείας, δι’ ὄν γενήσεται θλίψις πολλή καί μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς τοῦ κόσμου. Καί πάλιν λέγει· «Ἐγερθήσονται ψευδόχριστοι καί ψευδοπροφῆται, καί δώσουσι σημεῖα καί τέρατα, ὥστε, εἰ δυνατόν, πλανῆσαι καί τούς ἐκλεκτούς». Ὅρα δέ, πῶς ἄνω καί κάτω τούς ψευδοπροφήτας καί ψευδοδιδασκάλους καί ψευδαποστόλους τοῦ Ἀντιχρίστου υἱοῦ τῆς ἀπωλείας, οἵτινες διά τῶν ἀκαθάρτων πνευμάτων προχειριζόμενοι, καί ὑπ’ αὐτῶν ἐνεργούμενοι, πρόδρομοι γίνονται τοῦ Ἀντιχρίστου καί ἀντικειμένου· καί διά τῶν ἰδίων δογμάτων ἀπατήσουσι, καί ἑτοιμάσουσι λαόν ἐπιτήδειον πρός ὑποδοχήν τοῦ υἱοῦ τῆς ἀπωλείας.
θ’. Διά τοῦτο ἡ θεία Γραφή, ἀδελφοί, ἄνω καί κάτω κράζει ὅτι πολλοί πλάνοι ἐξῆλθον εἰς τόν κόσμον. Διά τοῦτο καί ὁ Δεσπότης ἐπήγαγε τό, «Ἰδού προείρηκα ὑμῖν». Νοεῖν δέ ἡμᾶς χρή τόν νοῦν ἑκάστης λέξεως. «Ἰδού προείρηκα ὑμῖν»· τουτέστιν, ἀπάρτι πρόφασιν οὐκ ἔχετε. «Ἰδού προείρηκα ὑμῖν»· ἐάν πλανήσωσί τινα ἐξ ὑμῶν, ἀσύγγνωστος ἔσται. «Ἰδού προείρηκα ὑμῖν»· εὔλογον πρόφασιν οὐδείς ἔχει. «Ἰδού προείρηκα ὑμῖν πάντα· Βλέπετε, μή πλανηθῆτε». Ὁρᾶτε, μή ἄλλον ψευδόχριστον δέξησθε ἀντί ἐμοῦ τοῦ ἀληθινοῦ. «Πολλοί γάρ ἐλεύσονται ἐν τῷ ὀνόματί μου, λέγοντες· ὅτι Ἐγώ εἰμι ὁ Χριστός, καί πολλούς πλανήσουσι»· καί, «Ὁ καιρός ἐγγύς ἐστι». Μή οὗν πορευθῆτε ὀπίσω αὐτῶν. Ὁρᾶτε, πόσος ὁ λόγος ἐν ἁγίαις Γραφαῖς περί τῶν τοιούτων. Διά τοῦτο πολλάκις ὑμᾶς ὑπέμνησα περί τῶν ἀθέων αἱρετικῶν, καί τανῦν παρακαλῶ, τοῦ μή συγκαταβῆναι αὐτοῖς ἔν τινι πράγματι, μή ἐν βρώμασιν, ἤ ἐν πόμασιν, ἤ φιλίᾳ ἤ σχέσει, ἤ ἀγάπῃ ἤ εἰρήνη. Ὁ γάρ ἐν τούτοις ἀπατώμενος, καί συγκαταβαίνων αὐτοῖς, ἀλλότριον ἑαυτόν καθίστησι τῆς καθολικῆς Ἐκκλησίας. Ὁ δέ ἀληθινός καί ἄδολος μαθητής τοῦ Θεοῦ μετά παῤῥησίας κράζει· «Εἰ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὅ παρελάβετε, ἀνάθεμα ἔστω»· καί τά τοῦ Δαυΐδ ψάλλει· «Κύριε, οὐχί τούς μισοῦντάς σε ἐμίσουν, καί ἐπί τούς ἐχθρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς». Φρίξατε καί τρομάξατε οἱ τάς ἀγάπας μετ’ αὐτῶν ποιοῦντες, καί διορθώσασθε, ἵνα μή ἀπόλησθε ταῖς ἀσεβείαις αὐτῶν. Ἁρμόζει δέ καί ἐνταῦθα τό, «Ἰδού προείρηκα ὑμῖν». Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν, τά περί τῆς συντελείας ἀναπληροῦντες. Καί ἵνα συντόμως εἴπω· τά προειρημένα σημεῖα ἐπληρώθησαν λοιπόν χρή ἕτοιμον εἶναι καί παρασκευασμένον, καί μή πολυπραγμονεῖν πλεῖον τῶν γεγραμμένων. Πολλοί ἀμαθεῖς καί ἀστήρικτοι γεγόνασιν οἱ στρεβλοῦντες τάς θείας Γραφάς· ὅρα δέ σύ, μή πιστεύσης αὐτοῖς. Πολλή κακία, πολλή πονηρία ἐκκέχυται ἐπί τῆς γῆς, πολλά σκάνδαλα· Βλέπε δέ σύ, μή ἀπατηθῇς· μή ἐκκλίνῃς εἰς τά δεξιά, μηδέ εἰς τά ἀριστερά, ἀλλ’ ὁδῷ βασιλικῇ βάδιζε. Ἔχεις πολλούς πιστούς, ἀγαπητέ, εἰ καί μή ἐπί γῆς, ἀλλ’ ἐν οὐρανῷ μεθ’ ὧν πάντοτε συνεῖναι σπεῦσον. Ἔχεις ἐκεῖ πανηγύρεις ἀγγέλων, ἔχεις πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστάς· ἔχεις μάρτυρας, ὁσίους ὁμολογητάς, καί τούς ἐν μοναχικῷ βίῳ διαπρέψαντας, πλῆθος πολύ, ὧν τά ὀνόματα ἐν βιβλίῳ ζωῆς. Τούτους πόθησον, τούτους μίμησαι, τούτων μή χωρίζου, τούτων τήν μνήμην ἐν τῇ καρδίᾳ σου ἔχε νυκτός καί ἡμέρας, πάντοτε ἐν ταῖς χερσί σου τάς τούτων βίβλους κατέχων ἀναγίνωσκε, ὅπως εὕρῃς πολλήν ὠφέλειαν. Γίνου ἔμπορος λόγου δικαιοσύνης, ἵνα δύνῃ τούς ἀντιλέγοντας ἐλέγχειν, καί τοῖς μυθολόγοις ἐπιτιμᾶν, καί τούς αἱρετικούς ἐπιστομίζειν, καί τούς παραπίπτοντας νουθετεῖν καί ἐπιστρέφειν. Ἐρεύνα τάς θείας Γραφάς, ἵνα ὅταν ἴδης ἀκαταστασίαν καί σύγχυσιν, μή καταπέσῃς, ἀλλ’ ἐπί τήν θείαν Γραφήν καταφύγῃς. Ὅρα δέ, μή χαυνωθῇς, μηδέ σαλευθῇς ἀπό τοῦ νοός σου. Ὅταν ἴδῃς πολλούς ἀσυνετοῦντας, μή ξενίζου· δεῖ ταῦτα γενέσθαι. Ὅταν ἴδῃς πολλούς ψευδοπροφήτας, ὑπομνήσθητι τοῦ Δεσπότου λέγοντος, ὅτι «Ἐγερθήσονται ψευδόχριστοι καί ψευδοπροφῆται». Ὅταν πλανολόγους, ὑπομνήσθητι τοῦ προφήτου λέγοντος· «Οὐαί τοῖς γράφουσι πονηρίαν». Ὅταν ἴδῃς τούς εὐλαβεῖς καί πιστούς καί σοφούς ἐξουδενουμένους, τούς δέ ἐναγεῖς καί ἀλαζόνας καί προδότας καί πόρνους προχειριζομένους, ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι «Πονηροί ἄνθρωποι καί γόητες προκόψουσιν ἐπί τό χεῖρον, πλανῶντες καί πλανώμενοι». Ὅταν ἴδῃς τήν ἁγίαν Γραφήν βδελυχθεῖσαν ὑπό τῶν εἶναι δοκούντων Χριστιανῶν, καί τούς λαλοῦντας τόν λόγον τοῦ Θεοῦ μισηθέντας, ὑπομνήσθητι τοῦ Κυρίου εἰπόντος· «Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξουσιν». Ὅταν ἴδῃς λαούς ἐπισυντρέχοντας πρός τούς μυθολόγους καί φυλακτογράφους, καί γενεαλογίας, καί μαντείας, καί διδασκαλίας δαιμόνων, καί ἐπερωτήσεις πνευμάτων ἀκαθάρτων, μή θορυβηθῇς, μηδέ καταπέσῃς. Κἄν ἐκ τῶν δοκούντων εἶναι ποιμένων ἐάν ἴδῃς ταῦτα πράσσοντας, μή ἀπογνώσῃς, ἀλλά δακρύσας ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι «Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καί διδασκαλίαις δαιμόνων ἀκαθάρτων». Καί πάλιν λέγει· «Ἔσται καιρός, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλά κατά τάς ἰδίας ἐπιθυμίας ἐπισωρεύουσι ἑαυτοῖς διδασκάλους, κλυθόμενοι τήν ἀκοήν· καί ἀπό μέν τῆς ἀληθείας τήν ἀκοήν ἀποστρέψουσιν, ἐπί δέ τούς μύθους ἐκτραπήσονται».

Πηγή: SPURIA SERMO DE PSEUDOPROPHETIS, ETC.(σελ. 562).




