M

Close

Λόγος περὶ ψευδιπροφητῶν, καὶ ψευδοδισκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐρρήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος (Β’ 4)

Τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ

Β'(4) Αἱρετικοὶ καὶ ἀντιμετώπιση αὐτῶν

          ζ’. Ἀνανανήψατε οὖν λοιπόν, κηρύξατε τὸν λόγον, ἀποῤῥίψατε πᾶσαν βιωτικήν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε· «Βλέπετε τούς κύνας». Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι. Βλέπετε τοὺς κλέπτας, βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα καταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φοβερᾶς παρουσίας τοῦ Δεσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ’ ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα. Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοί, «Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ», ὡς λέγει ὁ Ἀπόστολος, «μὴ ἀναγκαστικῶς, ἀλλ’ ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ ἀρχιποιμένος κομίσεσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον». Πάλιν οὖν ταῦτα ἐρῶ· ἀκούσατε, ἱερεῖς Κυρίου, «Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην», οἱ μικροὶ καὶ μεγάλοι, εἴτε ἄρσεν εἴτε θῆλυ. «Ἐπὶ τῷ αὐτῷ πλούσιος καὶ πένης»· προσέχετε τοῖς λεγομένοις, παρακαλῶ· βούλομαι γὰρ ἀποδεῖξαι καὶ πληροφορῆσαι ὑμᾶς ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι οὐ πάντες οἱ λεγόμενοι Χριστιανοί, Χριστιανοὶ εἰσιν, ἀλλὰ μόνον τὸ ὄνομα καλούμενοι Χριστιανοὶ φρεναπατῶνται ἐπὶ τῇ ψιλῇ προσηγορίᾳ. Τῷ μὲν λόγῳ Χριστιανοὶ πολλοί, τῷ δὲ τρόπῳ ὀλίγοι καὶ σπάνιοι· τῷ σχήματι ὡς Χριστιανοὶ καὶ ὡς Χριστοῦ μαθηταί, τῷ δὲ τρόπῳ προδόται· τῷ λόγῳ εὐσεβεῖς καὶ εὔσπλαγχνοι, τῷ δὲ τρόπῳ ἀσεβεῖς καὶ ἀνελεήμονες· τῇ προσηγορίᾳ Χριστιανοί, τοῖς δὲ ἔργοις ἐθνικοί, καθὼς προεῖπεν ὁ προφήτης Δαυΐδ, ὅτι «Ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν». Καὶ ἀληθῶς ἐν ἡμῖν ἐπληρώθη ἡ προφητεία αὕτη. Ποταποὶ Χριστιανοὶ Ἰουδαϊκοῖς καὶ Ἐλληνικοῖς προσέχοντες μύθοις, καὶ γενεαλογίαις, καὶ μαντείαις, καὶ ἀστρολογίαις, καὶ φαρμακείαις, καὶ φυλακτηρίοις· καὶ παρατηρήσεις ἡμερῶν καὶ ἐνιαυτῶν, κληδονισμούς καὶ ὄνειρα, καὶ ὀρνέων φωνάς· καὶ ἐν πηγαῖς λύχνους ἄπτοντες καὶ ἀπολουόμενοι, καὶ συναντήματα παρατηρούμενοι, καὶ εἰδωλόθυτον ἐσθίοντες, καὶ αἷμα πνικτῶν καὶ θηριαλώτων, καὶ ὀρνεοπάτακτα, καὶ πολλὰ ἕτερα τούτων ὅμοια; Πῶς Χριστιανοὶ εὐρεθῶσιν οἱ τοιαῦτα πράσσοντες; ποίᾳ δὲ παῤῥησίᾳ τολμῶσιν ἑαυτοὺς ὀνομάζειν Χριστιανούς; πῶς δὲ τολμῶσι προσελθεῖν τοῖς θείοις μυστηρίοις οἱ χείρονες τῶν Ἑλλήνων ὑπάρχοντες; Πάλιν ἀκούσατε, ποταποὶ Χριστιανοὶ οἱ τὰ τῶν ἐθνῶν σχήματα ποιοῦντες, ἀφανισμὸν προσώπων, ἢ ἐπιφωνήσεις, ἢ ὀρχήσεις, ἢ κρότους χειρῶν, ἢ στολισμὸν γυναικῶν ἐν ἀνδράσι; Τοῖς τὰ τοιαῦτα πράττουσι οὐδὲν ὄφελος τὸ λέγεσθαι αὐτοὺς Χριστιανούς. Ὥσπερ γὰρ ἡ κόρη ἢ παρθένος, ἕως ὅτε φυλάσσει τὴν παρθενίαν αὐτῆς, εὐλόγως καὶ αξίως παρθένος καλεῖται, καὶ ἔστιν· ἐπάν δὲ ἀπατηθῇ ὑπὸ τινος, καὶ φθαρῇ, καὶ τὴν παρθενίαν ἀπολέσῃ, οὐκ ἔτι παρθένος ἐστίν· οὕτω καὶ ὁ καλούμενος Χριστιανὸς ἐὰν τὰς συνθήκας παραβῇ, καὶ τὰς ἐπαγγελίας καταπατήσῃ, καὶ τὸν λόγον τοῦ Εὐαγγελίου ἀθετήσῃ, καὶ τὰ τῶν ἐθνῶν πράττῃ, οὐδὲν ὄφελος τὸ καλεῖσθαι αὐτὸν Χριστιανόν, καθὼς προείρηται. Συνετὲ οὖν ἅπαντες, ἀγαπητοί, ὅτι δι’ ὀλίγων ῥημάτων άπασιν ἐκείνοις ἀπεταξάμεθα λέγοντες· ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐννόησον τί εἶπες, Πᾶσι τοῖς έργοις αὐτοῦ· βλέπε τίνι συνέθου, οὐκ ἀγγέλῳ οὐ βασιλεῖ ἐπιγείῳ, οὐκ ἄρχοντι τοῦ αἰῶνος τούτου, ἀλλὰ τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἂρχοντι τῶν ἀρχόντων· αὐτῷ συνέθου καὶ ὡμολόγησας, καὶ συνετάξω ἐπὶ πολλῶν μαρτύρων· λοιπὸν ἐν τῇ χειρί αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου. Τὸ λοιπὸν προσδέχου αὐτὸν ἐρχόμενον ἐκ τῶν οὐρανῶν ἐπιφερόμενόν σου τὸ γραμματεῖον, τὰ ῥήματα ἐκ τοῦ στόματὸς σου ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων. Ὅρα, ἀδελφέ, καὶ φύλαξον τοῦ λοιποῦ ἀπὸ τῶν ἐθνικῶν πραγμάτων. Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος· «Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοῦ αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν». Προσέχετε τοῖς λεγομένοις, ἀγαπητοί, καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι. Πολλοὶ γὰρ εἰσι τῆς ἀπωλείας μαθηταί, καὶ ἔτι πληθυνθήσονται. Βλέπετε, ὅτι αἱ ἡμέραι πονηραὶ εἰσι, καὶ ὁ καιρὸς τοὺς ἰδίους ὑπηρέτας προχειρίζεται.

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος

          Πηγή: SPURIA SERMO DE PSEUDOPROPHETIS, ETC.(σελ. 561).

          Ἡ φωτοσύνθεσις καί ἡ Εἱκόνα τοῦ κειμένου, ἔχουν τεθεῖ ἀπό τόν συντάκτη τῆς ἀναρτήσεως.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ἡ ὑψίστη παρηγορία

Ἡ ὑψίστη παρηγορία

† Ἀρχιμανδρίτης Ἰωήλ Γιαννακόπουλος Περιστατικά καί νουθεσίες τοῦ Ἀρχιμανδρίτη Ἰωήλ Γιαννακόπουλου σταχυολογηθεῖσες ἀπό τευχίδιο τοῦ π. Ἐπιφάνειου Θεοδωρόπουλου.            «.....Ἀποτελεῖ παρηγορίαν δι' ἡμᾶς τὸ νὰ...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ' Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. ΑΙΩΝΙΑ Η...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ'` Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. Η ΔΕΥΤΕΡΑ...