M

Close

Λόγος περὶ ψευδιπροφητῶν, καὶ ψευδοδισκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐρρήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος (Β’ 3)

Τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ

Β'(3) Αἱρετικοὶ καὶ ἀντιμετώπιση αὐτῶν

          ε’. Ἄρα ἀρκεῖ ταῦτα; ἢ παραγάγω εἰς μέσον καὶ πάντας τοὺς προφήτας; Ἀλλὰ ἀρκεῖ καὶ ταῦτα πρὸς τοὺς ἀκούειν θέλοντας. Ὁ γὰρ τοῖς εἰρημένοις μὴ προσέχων, οὐδὲ τοῖς πλείοσι πεισθήσεται. Ἀλλ’ ἔτι μικρὸν ἐνδιατρίψωμεν τοῖς τοῦ προφήτου Δαυῒδ ῥήμασι, καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖς δόλον, καὶ λέγει· «Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία», καὶ τὰ ἑξῆς. Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀποκαλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν. Ἀκούσατε οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκταβαίνετε· ἀκούσατε ποιμένες, καὶ φρίξατε, καὶ μὴ σιγήσατε, ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δοτὲ τόπον τῷ διαβόλῳ, μὴ δοτὲ θήραν τοῖς λύκοις. Μιμήσασθε τὸν μακάριον ἀπόστολον Πέτρον, πῶς ἐν τῇ Ρώμῃ τοῦ τρισκαταράτου Σίμωνος βλασφημοῦντος, καὶ λέγοντος ἑαυτὸν εἶναι τὴν δύναμιν τοῦ Θεοῦ, οὔτε κἄν πρὸς ὥραν ἐσιώπησεν, ἢ ἀνεβάλλετο, ἀλλ’ ἐλέγξας, καὶ ψεύστην αὐτὸν ἀποδείξας, καὶ λῃστὴν καὶ αντίθεον, ῤίψας αὐτὸν τῇ ἀπώλειᾳ παρέδωκεν; Ὁμοίως δὲ καὶ τὸν τούτου υἱόν, μᾶλλον δὲ τοῦ διαβόλου, Μοντανόν, τὸν μιαρὸν καὶ ἀκάθαρτον καὶ ἄθεον, μετὰ τῶν δύο μοιχαλίδων, σπουδῇ πολλῇ ὁ Ἀπόστολος ἐλέγξας, καὶ αντίθεον ἀποδείξας καὶ ψευδόχριστον καὶ ψευδοπροφήτην, ἐφίμωσε, καὶ ἐνέφραξε τὸ μιαρὸν αὐτοῦ στόμα ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ, μὴ μακροθυμήσας, μὴ ἀναβαλλόμενος ἐπὶ τῇ τοῦ τούτου βλασφημίᾳ. Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε, ὥσπερ καὶ οἱ ἀπόστολοι καὶ ὁ θεοπάτωρ Δαυῒδ περὶ αὐτῶν πολλοὺς μόχθους κατεβάλετο, καὶ πολλοὺς ἀγῶνας, ἐλέγχων καὶ ἐπιτιμῶν, στηλιτεύων αὐτοὺς καὶ τῷ Θεῷ ἐντυγχάνων κατ’ αὐτῶν, καὶ λέγων· «Ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου. Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα σου, Κύριε. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις». Καὶ πάλιν παρακαλεῖ ὁ Δαυῒδ δεήσεις προσάγων τῷ Δεσπότῃ, ὅπως αὐτὸς δι’ ἑαυτοῦ κατελθὼν ποιήσῃ τὸ αἴτημα αὐτοῦ, βοῶν καὶ λέγων· «Κύριε, κλῖνον οὐρανούς, καὶ κατάβηθι· Κύριε μὴ χρονίσῃς. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοὶ σου, Κύριε». Καὶ τί ὁ φιλάνθρωπος Θεός, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι ἐγγὺς ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ; Οὐ παρήκουσεν οὐδὲ ὑπερεῖδε τὴν δέησιν τῶν ἁγίων, ἀλλ’ «Ἒκλινεν οὐρανούς, καὶ κατέβη», καὶ πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, καὶ πάντα ὑπέδειξε ποιῶν καὶ διδάσκων. Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προῒστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικούς, ἐποίησεν φραγγέλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων· «Ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν». Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν. Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλόν, ἵνα ἐξακολουθήσητε τοῖς ἲχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς, καὶ τοὺς λύκους ἐκδιώκοντες, καὶ τὴν ποίμνην φυλάττοντες. Εἶτα ἐκβαλὼν ἔξω πάντας, δηλονότι τοὺς τά ἐναντία φρονοῦντας, τέλος δὲ καὶ τὴν ἐρήμωσιν αὐτῶν καὶ ἀφανισμὸν προειπών, τὴν μέλλουσαν ἔσεσθαι κατὰ γενεὰν καὶ γενεὰν τοῖς τὰ ἐνάντια φρονοῦσι λέγων· «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος». Ὅρα πῶς οἱ λόγοι ἔργον ἐγένοντο· οἱ γὰρ ἐχθροὶ καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, ἤγουν οἱ αἱρετικοί, καθ’ ἑκάστην γενεὰν τῇ ἀπωλείᾳ παραδίδονται, κατὰ τὸν λόγον τοῦ Κυρίου, ὅν εἲρηκεν, ὅτι «Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατὴρ μου, ἐκριζωθήσεται»· ὃ καὶ γέγονεν. Αὐτὸς γὰρ πρῶτος τοῦτο ἐποίησεν καὶ ὑπέδειξε· μετὰ δὲ τὴν αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν οἱ μακάριοι ἀπόστολοι παρετάξαντο κατ’ αὐτῶν. Μετὰ δὲ τούτους, τὰ θεῖα τούτων διδάγματα καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ αἱ κατὰ καιροὺς γενόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας ἐκριζώσαντες τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμμένον, ὅτι «Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος». Οὐκοῦν πάντες ἐξέλιπον καὶ ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ποῦ γὰρ εἰσιν οἳ ποτε τὴν Ἐκκλησίαν πολεμήσαντες, βασιλεῖς καὶ δυνάσται καὶ σοφοί; οὐχὶ διεσκορπίσθησαν καὶ ἀπώλοντο, καὶ ἐγένοντο εἰς οὐδέν;

          ς’. Ποῦ γὰρ τὸ γαυρίαμα καὶ ἡ θρασύτης τῶν Ἰουδαίων; ποῦ Σίμων ὁ μάγος ὁ πρῶτος ἐν αἱρέσει, ὁ μαθητὴς τοῦ ἀντιχρίστου καὶ πρόδρομος; ποῦ τὸ κακὸν τούτου γέννημα, καὶ τῆς τούτου μανίας καὶ ἀσελγείας διάδοχος Μοντανός, ὁ τῶν κακῶν ἔξαρχος μετὰ τῶν δύο μοιχαλίδων, καὶ τὰ τούτων λεγόμενα μυστήρια, τὰ βαθείας σιωπῆς ἄξια, τὰ βδελυκτά καὶ ἀκάθαρτα, περὶ ὦν καὶ ὁ Ἀπόστολος ἔλεγεν· «Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν, αἰσχρὸν ἐστι καὶ λέγειν;» Ποῦ Μαρκίων, ποῦ Οὐάλης, ποῦ Μάνης, ποῦ Βασιλίδης, ποῦ Νέρων, ποῦ Ἰουλιανός, ποῦ Ἄρειος, ποῦ Νεστόριος, ποῦ πάντες οἱ ἀντιτασσόμενοι τῇ ἀληθείᾳ, περὶ ὧν ἐβόα ἡ Ἐκκλησία, ὅτι «Ἐκύκλωσάν με κύνες πολλοί»; Οὐχὶ πάντες ἀπώλοντο; Διεσκορπίσθησαν γὰρ διὰ τὴν βλασφημίαν αὐτῶν, καὶ ἐξεδιώχθησαν ὡς λύκοι. Εὗρον γὰρ τοὺς ἀνταγωνιστὰς καὶ γενναίους πολεμιστὰς καὶ ὄντως ποιμένας, τοὺς προϊσταμένους τότε τῶν Ἐκκλησιῶν μακαρίους ἄνδρας. Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταί, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταί καὶ δογμάτων, οὗτοι ἱματίων καὶ γελγῶν. Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ «Ἐφράγη στόμα λαλούντων ἄδικα». Φθέγξομαι τοίνυν κἀγώ παραπλήσια τῷ Δαυῒδ, ὃς ἀποδυρόμενος ἔλεγε· «Ποῦ εἰσι τὰ ἐλέη σοῦ τὰ ἀρχαῖα, Κύριε;» Εἲπω κἀγώ ἐν δάκρυσι· Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες; Τί δὲ κωλύει καὶ εἰς μέσον τούτους παραγαγεῖν, κἄν ἐπὶ πολλῶν ὀλίγους; καὶ γὰρ τὸ μνημονεῦσαι αὐτοὺς ἁγιασμὸς ἐστι τῆς ψυχῆς. Ποῦ Εὐόδιος ἢ εὐωδία τῆς Ἐκκλησίας, καὶ τῶν ἁγίων ἀποστόλων διάδοχος καὶ μιμητής; ποῦ Ἰγνάτιος τὸ τοῦ Θεοῦ οἰκητήριον; ποῦ ὁ Διονύσιος τὸ πετεινὸν τοῦ οὐρανοῦ; ποῦ Ἱππόλυτος ὁ γλυκύτατος καὶ εὐνούστατος; ποῦ Βασίλειος ὁ μέγας, καὶ μικροῦ δεῖν τῶν ἀποστόλων ἰσόῤῥοπος; ποῦ Ἀθανάσιος ὁ ἅγιος, καὶ πλεονέκτης τῶν ἀρετῶν; ποῦ Γρηγόριος ὁ δεύτερος θεολόγος, καὶ ἀήττητος στρατιώτης τοῦ Χριστοῦ, καὶ ὁ τούτου συνώνυμος; ποῦ Ἐφραίμ ὁ πολύς, ἡ παραμυθία τῶν ἀθυμούντων, ἡ παιδαγωγία τῶν νέων, ἡ χειραγωγία τῶν μετανοούντων, ἡ κατὰ τῶν αἱρετικῶν ῥομφαία, τὸ δοχεῖον τοῦ Πνεύματος, τὸ σκεῦος τῶν ἀρετῶν; Ὁρᾷς πόσον τὸ μέσον, καὶ πόση διαφορὰ ἐκείνων τῶν μακαρίων καὶ ἁγίων ἀνδρῶν παρὰ τῶν νῦν; Οἶδα καὶ ἄλλους θεοφόρους διδασκάλους, ἀλλὰ ἀρκεῖ πρὸς τὸ παρὸν τέως. Ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν, καθὼς προείρηται, ἔθηκαν ὑπὲρ τῶν προβάτων· οὗτοι δὲ ἀφέντες τὰ πρόβατα ἔφυγον· ἐκεῖνοι δυνατοὶ καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ· οὗτοι δὲ καὶ ἐν χρήμασι καὶ ἐν κτήμασι καὶ ἵππων καὶ ἡμιόνων, καὶ ἀρουρών καὶ ποιμνίων, καὶ μαγείρων καὶ λαμπρᾷς τραπέζης. Πολὺς ὁ λόγος ἐν αὐτοῖς περὶ τούτων καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα· περὶ δὲ τῆς λογικῆς ποίμνης λόγος οὐδείς, περὶ ἧς λόγον ἀπαιτηθήσονται ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς κρίσεως. Εἶτα ἐὰν τις ἐρωτήσῃ αὐτοὺς περὶ βιβλίων, ἀποκρίνονται λέγοντες· Πτωχὸς εἰμι, καὶ οὐκ εὐπορῶ βιβλία κτήσασθαι. Εἶτα προσέρχονται οὐχ ὡς πτωχοί, ἀλλ’ ἱμάτια φοροῦντες ἔκστιλβα, βαλάντια κεκτημένοι ἁδρά, καὶ τραχήλους ὡς παρασίτων ταύρων, μαθητῶν πλῆθος ἐπισυρόμενοι, μᾶλλον δὲ μαγείρων· τὰ μὲν αἰσχρὸν ἐστι καὶ λέγειν, ἐκ τοῦ περισσοῦ γὰρ πλούτου συνεισάκτους ἐκτήσαντο προφάσει ἀνδραπόδων. Ὢ βαθείας αἰσχύνης· ὤ τῆς κακῆς εὐπορίας! ὤ πικρᾶς φιλαργυρίας! ὤ πικρᾶς φιλαργυρίας! ὤ τῆς ἀπληρώτου γαστρός! Λοιπὸν ἐκεῖθεν σκάνδαλα, ψιθυρισμοί, ὀνείδη, λοιδορισμοί, θόρυβοι. Εἶτα ἐγκαλούμενοι ἀποκρίνονται· Οὐκ ἀδικῶ τινα, ἐξουσίαν ἔχω τῶν ἐμῶν χρημάτων. Εἶτα ἐὰν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδείς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοί, πάντες φυγάδες. Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας! Ἐκ τοῦ πλούτου βούλεσθε σωθῆναι; Ἀλλ’ «Εὐκοπώτερον ἐστι κάμηλον διὰ τρυμαλίδος ῥαφίδοςεἰσελθεῖν, ἢ πλούσιον εἰς βασιλείαν τοῦ Θεοῦ». Τρυφῶντες, μεθύοντες, καὶ καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ’ οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ, τοῦ δι’ ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, ὅτι «Μακάριοι οἱ πτωχοί»· καὶ πάλιν, «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις»· καὶ «Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς». Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε· τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι· περὶ ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ. Οὐ γὰρ ἀγνοεῖτε, ὅτι ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· ὑμεῖς δὲ καὶ ὑπὲρ ἑαυτὼν καὶ ὑπὲρ τῶν προβάτων, ἀρχιερεῖς καὶ ἱερεῖς, καὶ διάκονοι, ἕκαστος καθὼς ἐπιστεύθη. Ἀλλ’ ὁρᾶτε, μὴ ἐπιλάθεσθε τῶν ταλάντων. «Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ»· βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γὰρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἕν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν ἀπαιτήσει ὁ Κριτὴς.

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος

          Πηγή: SPURIA SERMO DE PSEUDOPROPHETIS, ETC.(σελ. 559).

          Ἡ φωτοσύνθεσις καί ἡ Εἱκόνα τοῦ κειμένου, ἔχουν τεθεῖ ἀπό τόν συντάκτη τῆς ἀναρτήσεως.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ἡ ὑψίστη παρηγορία

Ἡ ὑψίστη παρηγορία

† Ἀρχιμανδρίτης Ἰωήλ Γιαννακόπουλος Περιστατικά καί νουθεσίες τοῦ Ἀρχιμανδρίτη Ἰωήλ Γιαννακόπουλου σταχυολογηθεῖσες ἀπό τευχίδιο τοῦ π. Ἐπιφάνειου Θεοδωρόπουλου.            «.....Ἀποτελεῖ παρηγορίαν δι' ἡμᾶς τὸ νὰ...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ' Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. ΑΙΩΝΙΑ Η...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ'` Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. Η ΔΕΥΤΕΡΑ...