M

Close

Εὐχή ἑσπερινή εἰς τόν ἅγιον ἀπόστολον καί εὐαγγελιστήν Ἰωάννην τόν Θεολόγον.

            Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, Υἱέ καί Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος τόν ἠγαπημένον ἀπόστολόν σου Ἰωάννην φωτίσας, καί εὐαγγελιστήν τῆς ἀκραιφνοῦς πίστεως πάσῃ τῇ οἰκουμένῃ καταστήσας· οὗ ταῖς ἱκεσίαις καταυγάσας, διά τῆς χάριτός σου, τάς ψυχάς ἡμῶν, συντήρησον ἡμᾶς ἐν τῷ θείῳ σου λόγῳ ταῖς ἱεραῖς νομοθεσίαις σου, καί ὅλον τόν ἐπώνυμόν σου λαόν, οὕς δι’ αὐτοῦ εἰς τήν αὐλήν τῶν ἐπιγινωσκόντων σε ἐν ἀληθείᾳ συνῆξας, καί τῇ ὁλοκληρίᾳ τοῦ μυστικοῦ σώματος τῆς Ἐκκλησίας, ἧς ἡ κεφαλή σύ ὑπάρχεις, καταρτίσας, συνάρμοσον, καί γαληνιαίαν ζωήν πᾶσι βράβευσον, τούς δέ τά σκάνδαλα καί τάς διχοστασίας ποιοῦντας, ἤ διόρθωσον, ἤ μακράν ἀφ’ ἡμῶν ἀπέλασον· ὅπως ἐν εἰρήνῃ καί ὁμονοίᾳ διάγοντες, τήν τῆς ἄνω Ἱερουσαλήμ, ἐν ᾗ αὐτός νῦν κατοικεῖ, ἀνάπαυσιν καταξιωθῶμεν τῷ ἐλέει σου οἰκῆσαι. Ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας. Ἀμήν.

            ΠΗΓΗ: ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ Α. ΣΙΜΩΝΩΦ. ΕΚΔΟΣΕΙΣ ΒΑΣ. ΡΗΓΟΠΟΥΛΟΥ.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

           * .... καὶ περισσότερο ἀπ' ὅλα ἂς φυλάξομε καλύτερα τὸ μεγάλο καὶ πρῶτο φάρμακο, τὴν σωτηρία μας, ἐννοῶ τὴν καλὴ κληρονομία τῆς πίστεως, κάνοντας τὴν ὁμολογία μας θαρραλέα μὲ τὴν ψυχὴ καὶ τὸ στόμα, ὅπως μᾶς δίδαξαν οἱ πατέρες μας......            * Ἡ...

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

           * Πὲς μας, ἀββᾶ· πρόσεξε νὰ πεῖς τὴν ἀλήθεια καὶ ὁ δεσπότης (δηλαδὴ ὁ αὐτοκράτορας) θὰ σοῦ δείξει ἔλεος ...            Καὶ αὐτὸς εἶπε·            Μὰ σᾶς εἶπα ἤδη καὶ σᾶς λέγω πάλι, ὅτι ἂν ἀπὸ ὅσα λέγονται ἕνα μόνο εἶναι τὸ ἀληθινὸ, τότε καὶ ὁ Σατανᾶς εἶναι...