M

Close

Εὐχή εἰς τήν Χριστοῦ Γέννησιν

            Κύριε παντοκράτωρ ὁ Θεός ἡμῶν, ἀγαθέ καί φιλάνθρωπε, ὁ δι’ ἡμᾶς καί διά τήν ἡμετέραν σωτηρίαν εὐδοκήσας ἐξαποστεῖλαι τόν μονογενῆ καί ἀγαπητόν καί συναΐδιόν σου Υἱόν, τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅς διά Πνεύματος ἁγίου ἐκ τῆς ἀειπαρθένου Μαρίας τήν ἡμετέραν οὐσίαν ἀπαθῶς καί ἀτρέπτως προσλαβών, σήμερον ἐξ αὐτῆς ἐγεννήθη τέλειος Θεός καί τέλειος ἄνθρωπος, μή ἀλλοιωθείς τῇ αὐτοῦ θεότητι. Καταξίωσον, δεόμεθά σου, ἡμᾶς, οἵτινες ἐπιστεύσαμεν αὐτῷ, καί εἰς τό ὄνομα αὐτοῦ ἐβαπτίσθημεν, καί διά τῆς ὑιοθεσίας τέκνα σου γεγόναμεν, ἵνα καθ’ ἑκάστην τῷ ἄρτῳ τοῦ παναγίου Πνεύματος τρεφόμενοι καί ἀνακαινιζόμενοι, καταντήσωμεν εἰς ἄνδρα τέλειον, καί εἰς μέτρον ἡλικίας ἐλθεῖν τοῦ πληρώματος αὐτοῦ, ὅπως ἐν τοιαύτῃ ἐλπίδι καί προσδοκίᾳ ζῶντες καί τήν πανιερωτάτην ἡμέραν ταύτην τῆς παναρρήτου γεννήσεως αὐτοῦ ἐτησίως ἑορτάζοντες, καταξιωθῶμεν τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν. Ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: Μέγα Προσευχητάριον Ἀνδρέου Δ. Σιμωνῶφ. Σελ. 559. Ἐκδόσεις Βασ. Ρηγόπουλου.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

           * .... καὶ περισσότερο ἀπ' ὅλα ἂς φυλάξομε καλύτερα τὸ μεγάλο καὶ πρῶτο φάρμακο, τὴν σωτηρία μας, ἐννοῶ τὴν καλὴ κληρονομία τῆς πίστεως, κάνοντας τὴν ὁμολογία μας θαρραλέα μὲ τὴν ψυχὴ καὶ τὸ στόμα, ὅπως μᾶς δίδαξαν οἱ πατέρες μας......            * Ἡ...

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

           * Πὲς μας, ἀββᾶ· πρόσεξε νὰ πεῖς τὴν ἀλήθεια καὶ ὁ δεσπότης (δηλαδὴ ὁ αὐτοκράτορας) θὰ σοῦ δείξει ἔλεος ...            Καὶ αὐτὸς εἶπε·            Μὰ σᾶς εἶπα ἤδη καὶ σᾶς λέγω πάλι, ὅτι ἂν ἀπὸ ὅσα λέγονται ἕνα μόνο εἶναι τὸ ἀληθινὸ, τότε καὶ ὁ Σατανᾶς εἶναι...