M

Close

Εὐχή Ἁγίου Παϊσίου τοῦ Μεγάλου

          Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός μου, ἀγαθήν ἡμέραν δός μοι, ἀναμάρτητον καί ἄσπιλον. Κύριε, μή ἀποστῇς ἀπ’ ἐμοῦ. Κύριε, ἔκτεινόν μοι χεῖρα βοηθείας. Κύριε, στήριξόν με εἰς τόν φόβον σου. Κύριε, ἐμφύτευσον αὐτόν καί τήν ἀγάπην σου εἰς τήν καρδίαν μου. Κύριε, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου. Κύριε, δός πένθος τῇ καρδίᾳ μου καί ταπείνωσιν. Κύριε, δός μοι κλαυθμόν διηνεκῆ, καί κατάνυξιν καί μνήμην θανάτου. Κύριε, ἐλευθέρωσόν μέ ἀπό παντός πειρασμοῦ ψυχικοῦ τε καί σωματικοῦ. Κύριε, δίωξον ἀπ’ ἐμοῦ πάντα ῥυπαρόν λογισμόν, καί πάντα διαλογισμόν αἰσχρόν καί ἀνυπόστατον. Κύριε, ἐξάλειψον ἀπ’ ἐμοῦ τήν ἀμέλειαν, τήν ῥαθυμίαν, τήν λύπην, τήν λήθην, τήν ἀναισθησίαν, τήν πώρωσιν καί τήν αἰχμαλωσίαν τοῦ νοός μου. Κύριε, ὡς οἶδας καί ὡς θέλεις, ἐλέησόν μέ καί συγχώρησον πάσας τάς ἀνομίας μου· καί ἐν ἡσυχίᾳ, ἐν μετανοίᾳ ἀγαθῇ, ἐν ἐξομολογήσει συναδιστάκτῳ, καί ἐν πίστει καθαρᾷ καί ἀμωμήτῳ, εὐδόκησον ἐξελθεῖν τήν ἐλεεινήν μου ψυχήν ἀπό τοῦ ἀθλίου τούτου σώματος. Ἀμήν.

ΠΗΓΗ: ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ Α. ΣΙΜΩΝΩΦ. ΕΚΔΟΣΕΙΣ ΒΑΣ. ΡΗΓΟΠΟΥΛΟΥ.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

           * .... καὶ περισσότερο ἀπ' ὅλα ἂς φυλάξομε καλύτερα τὸ μεγάλο καὶ πρῶτο φάρμακο, τὴν σωτηρία μας, ἐννοῶ τὴν καλὴ κληρονομία τῆς πίστεως, κάνοντας τὴν ὁμολογία μας θαρραλέα μὲ τὴν ψυχὴ καὶ τὸ στόμα, ὅπως μᾶς δίδαξαν οἱ πατέρες μας......            * Ἡ...

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

           * Πὲς μας, ἀββᾶ· πρόσεξε νὰ πεῖς τὴν ἀλήθεια καὶ ὁ δεσπότης (δηλαδὴ ὁ αὐτοκράτορας) θὰ σοῦ δείξει ἔλεος ...            Καὶ αὐτὸς εἶπε·            Μὰ σᾶς εἶπα ἤδη καὶ σᾶς λέγω πάλι, ὅτι ἂν ἀπὸ ὅσα λέγονται ἕνα μόνο εἶναι τὸ ἀληθινὸ, τότε καὶ ὁ Σατανᾶς εἶναι...