M

Close

ΣΥΜΒΟΛΟΝ ΑΓΙΟΝ ΤΗΣ ΑΜΩΜΗΤΟΥ ΠΙΣΤΕΩΣ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΧΡΙΣΤΙΑΝΩΝ

   Α’. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

   Β’. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο.

   Γ’. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

   Δ’. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα.

   Ε’. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς.

   ϛ´. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιών τοῦ Πατρός.

   Ζ’. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζώντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

   Η’. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τό ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

   Θ’. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.

   Ι’. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

   ΙΑ’. Προσδοκῶ ἀνάστασιν νεκρῶν.

   ΙΒ’. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Οἱ κανόνες: Ζ’ τῆς Γ’ Οἰκουμενικῆς Συνόδου, καί Α’ τῆς ΣΤ’, ἀπαγορεύουν ὁποιαδήποτε ἀλλαγή τοῦ Συμβόλου τῆς Πίστεως, ἀλλά νά μένη αὐτό ἀκαινοτόμητο καί ἀπαρασάλευτο. (Σύμφωνα μέ τόν Ζ’ Κανόνα οἱ παραβάται ἄν εἶναι Ἐπίσκοποι ἤ Κληρικοί γίνονται ἀπόβλητοι τῆς Ἐπισκοπῆς καί τοῦ κλήρου, οἱ δέ Λαϊκοί ἀναθεματίζωνται, μέ τόν Α’ δέ Κανόνα ἀποβάλλονται ἀπό τόν κατάλογο τῶν Χριστιανῶν καί ἀποκόπτονται ὡς ἀλλότριοι καί μέλη σεσηπότα.)

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ἡ ὑψίστη παρηγορία

Ἡ ὑψίστη παρηγορία

† Ἀρχιμανδρίτης Ἰωήλ Γιαννακόπουλος Περιστατικά καί νουθεσίες τοῦ Ἀρχιμανδρίτη Ἰωήλ Γιαννακόπουλου σταχυολογηθεῖσες ἀπό τευχίδιο τοῦ π. Ἐπιφάνειου Θεοδωρόπουλου.            «.....Ἀποτελεῖ παρηγορίαν δι' ἡμᾶς τὸ νὰ...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ' Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. ΑΙΩΝΙΑ Η...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ'` Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. Η ΔΕΥΤΕΡΑ...