M

Close

Εὐχή εἰς τήν Ὑπεραγίαν Θεοτόκον Κυρίλλου Κωνσταντινουπόλεως τοῦ Γέροντος

            Παναγία Δέσποινα Θεοτόκε, ἡ τεκοῦσα τόν Σωτῆρα καί Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἡ θέλουσα καί ποθοῦσα πάντας ἀνθρώπους, εἰς τήν τοῦ μονογενοῦς σου Υἱοῦ δόξαν εἰσελθόντας, ἰδεῖν σε τό προεκλελεγμένον πρό καταβολῆς κόσμου ὄργανον τῆς σωτηρίας τοῦ γένους ἡμῶν, ὁ ἀχρεῖος ἐγώ καί ἀκάθαρτος δοῦλός σου δυσωπῶ σέ τήν ἠλίου καθαρωτέραν καί τῶν Ἀγγέλων τιμιωτέραν· δέξαι τήν δέησίν μου καί μή ἀπώσῃ με· αἰτῶ γάρ παρά τῆς σῆς εὐσπλάγχνου καί φιλανθρώπου γνώμης καί διαθέσεως, δεηθῆναι τοῦ Υἱοῦ σου τοῦ ἐλεήμονος, ὡς ἔχουσαν παρρησίαν ὑπέρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα μου εἰσακούσῃ τῆς μετά συντριβῆς καί ταπεινώσεως γενομένης ῥυπαρᾶς προσευχῆς, καί μή ἐξουδενώσῃ αὐτήν ἐκ καρδίας ἐβδελυγμένης ἐξερχομένην, ἀλλ’ ὡς οἰκτίρμων καί πολυέλεος, διά τῆς σῆς πρεσβείας, τῆς Παναχράντου Μητρός αὐτοῦ, ἐπικαμφθῇ, καί ἐπ’ ἐμέ ἐπιβλέψας, ἐλεήσῃ με, καί συγχωρήσῃ μοι πάντα τά ἁμαρτήματά μου, ὅσα ἐν ὅλῳ τῷ βίῳ μου παρέβην. Οὕτω ποίησον, Κυρία μου, Παναγία Παρθένε. Ἐγώ δέ σοι χρεώστης ἔσομαι, ἀενάως κηρύττων τά μεγαλεῖα σου, καί τήν ἄφατόν σου χάριν. Ὅτι εὐλογημένη καί κεχαριτωμένη ὑπάρχεις εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: Μέγα Προσευχητάριον περιέχον Ἱερᾶς Προσευχάς ἐν πάσῃ περιστάσει καί ρήματα ἱερά (περί Προσευχῆς, Μετανοίας, Ἐξομολογήσεως, Μεταλήψεως, καί ἀναγνώσεως τῶν Θείων Γραφῶν), ὑπό ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ. ΕΚΟΣΕΙΣ ΒΑΣ. ΡΗΓΟΠΟΥΛΟΥ. (Σελ. 423 – 424.)

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

Ὁ Ἅγιος Μάξιμος μᾶς νουθετεῖ

           * .... καὶ περισσότερο ἀπ' ὅλα ἂς φυλάξομε καλύτερα τὸ μεγάλο καὶ πρῶτο φάρμακο, τὴν σωτηρία μας, ἐννοῶ τὴν καλὴ κληρονομία τῆς πίστεως, κάνοντας τὴν ὁμολογία μας θαρραλέα μὲ τὴν ψυχὴ καὶ τὸ στόμα, ὅπως μᾶς δίδαξαν οἱ πατέρες μας......            * Ἡ...

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

Ἀποσπάσματα ἀπὸ τὶς θεόπνευστες ἀπαντήσεις τοῦ Ὁμολογητοῦ Ἁγίου Μαξίμου (ε’)

           * Πὲς μας, ἀββᾶ· πρόσεξε νὰ πεῖς τὴν ἀλήθεια καὶ ὁ δεσπότης (δηλαδὴ ὁ αὐτοκράτορας) θὰ σοῦ δείξει ἔλεος ...            Καὶ αὐτὸς εἶπε·            Μὰ σᾶς εἶπα ἤδη καὶ σᾶς λέγω πάλι, ὅτι ἂν ἀπὸ ὅσα λέγονται ἕνα μόνο εἶναι τὸ ἀληθινὸ, τότε καὶ ὁ Σατανᾶς εἶναι...