M

Close

Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδισκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐρρήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος (Α’)

Τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ

Α’ Ἀνυπέρβλητος ἀνάγκη γιὰ τὴ σωτηρία μας ἡ μελέτη τῶν Θείων Γραφῶν

α’. Ὀδυνηρός ὁ λόγος, καθότι καί ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλά καί πολλῆς χαρᾶς γέμων. Ὀδυνηρός μέν, ὅτι οὐκ ἔτι λαλήσω πρός ὑμᾶς· πολλῆς δέ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου ὁ καιρός εἰς τό ἀναλῦσαι, καί σύν Χριστῷ εἶναί με· καί καθώς εἶπεν ὁ Κύριος, «Οὐκέτι λαλήσω μεθ’ ὑμῶν». Ἔτι δέ νῦν λαλήσω ἐν ὀδύνῃ καρδίας περί τῶν ψευδοπροφητῶν, καί ψευδοδιδασκάλων, καί ἀθέων αἱρετικῶν, περί ὧν ὁ Ἀπόστολος ἔλεγε· «Πονηροί ἄνθρωποι καί γόητες προκόψουσιν· ἐπί τό χεῖρον, πλανῶντες καί πλανώμενοι»· περί ὧν πολλάκις ὑμᾶς ὑπέμνησα. Πολλούς γάρ λόγους ἐποιησάμην χάριτι Χριστοῦ, ὡς καί ἐπίστασθε φιλόθεοι· καί σχεδόν ἐν ἑκάστῳ λόγῳ περί τούτων ὑπεμνήσαμεν, εἰ ἄρα μέμνησθε τῶν χθές εἰρημένων· οἶδα δέ ὅτι μέμνησθε, καί μάλιστα οἱ φιλόπονοι, καί φιλόβιβλοι, καί φιλόχριστοι. Ὁ γάρ φιλόβιβλος δικαίως ἄν ἐκλήθη φιλόχριστος, κατά τό εἰρημένον ὑπό τοῦ ∆εσπότου, ὅτι· «Ὁ ἀγαπῶν με, τούς λόγους μου τηρεῖ· Ὁ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπό τοῦ Πατρός μου». Ὁ ἀγαπῶν με, ἐν τῷ νόμῳ μελετήσει ἡμέρας καί νυκτός· δηλονότι ἐν Εὐαγγελίῳ καί ἐν ταῖς λοιπαῖς Γραφαῖς. Ὁ γάρ τοιοῦτος ἀνεξάλειπτον ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ τήν τοῦ Θεοῦ μνήμην· ἀπεκδεχόμενος αὐτόν ἐκ τῶν οὐρανῶν, ἀεί τηρεῖ τήν ὥραν τῆς αὐτοῦ παρουσίας. Πάντοτε ἐν χερσίν αὐτοῦ κατέχων τάς ἱεράς βίβλους, οὐκ ἐπιλήσεται ἐκείνων τῶν φοβερῶν βιβλίων, περί ὧν γέγραπται· «Κριτήριον ἐκάθισε, καί βίβλοι ἠνεῴχθησαν». Ὅρα πόσον κέρδος ἐστί τοῦ ἐρευνᾷν τάς Γραφάς, καθώς πολλάκις ἠκούσατε. Τί δέ ἐστιν, ὅ λέγομεν; Ὅτι οὐδέν ἔλειπεν, οὐδέ παρεσιώπησε τῶν συμφερόντων ἡμῖν ἡ θεία Γραφή, ἀλλά πανταχοῦ κράζει, διά τε προφητῶν καί ἀποστόλων, προαναφωνοῦσα καί προασφαλιζομένη ἕκαστον ὡς μήτηρ φιλότεκνος τά ἴδια τέκνα φιλοῦσα, προμαρτυρεῖται· καί ὑπομιμνήσκει περί τῶν παρῳχηκότων καί περί τῶν ἐνεστώτων, καί περί τῶν μελλόντων, μηδέν παριδοῦσα, ὡς προείρηται, τῶν ἡμῖν συμφερόντων· καί τοῦτο οὐκ ἐν κρυπτῷ λαλοῦσα, οὐδέ μικροφωνοῦσα, ἀλλά πανταχοῦ πόνῳ καί δυνάμει κράζουσα διά τε νόμου, καί προφητῶν, καί ἀποστόλων, καί αὐτοῦ τοῦ ∆εσπότου. ∆ιά μέν γάρ Ἡσαΐου τοῦ προφήτου λέγει· «Ἀναβόησον ἐν ἰσχύϊ, καί μή φείσῃ, ὡς σάλπιγγα ὕψωσον τήν φωνήν σου»· καί πάλιν λέγει, «Ἐπ’ ὄρος ὑψηλόν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών»· καί προϊών λέγει, «Ὑψώσατε, μή φοβεῖσθε». Καί πάλιν ∆αυΐδ λέγει· «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου». Ἰωάννης δέ ὁ θεολόγος ἐν τῇ καθολικῇ αὐτοῦ Ἐπιστολῇ λέγει· «Βλέπετε ἑαυτούς». Παῦλος δέ τί; «Βλέπετε πῶς περιπατεῖτε»· ὁ δέ Κύριος, «Ἐγώ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, καί ἐν κρυπτῷ ἐλάλησα οὐδέν». Καί ἀλλαχοῦ ὁ Εὐαγγελιστής περί αὐτοῦ, ὅτι «Ἕστηκε, καί ἔκραξεν λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καί πινέτω». Ὁρᾷς πόσος ἀγών, πόση σπουδή, πῶς παῤῥησίᾳ κράζει, καί οὐδείς ὁ συνιών; Καί πάλιν ὁ μακάριος Παῦλος λέγει· «Βλέπετε τούς κύνας, βλέπετε τούς κακούς ἐργάτας, Βλέπετε τήν κατατομήν. Βλέπετε πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι». Καί Ἰωάννης· «Βλέπετε ἑαυτούς, ἵνα μή ἀπολέσητε ἅ εἰργάσασθε, ὅτι πολλοί πλάνοι ἐξῆλθον εἰς τόν κόσμον». Καί πολλά ἐστι τοιαῦτα ἐν ταῖς θείαις Γραφαῖς Παλαιᾶς τε καί Καινῆς ∆ιαθήκης, βοῶντα καί διυπνίζοντα ἡμᾶς ἐκ τῆς ῥᾳθυμίας ἡμῶν. Ἡμεῖς δέ τό ἐναντίον ποιοῦμεν, καθώς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι «Τοῖς ὠσίν αὐτῶν βαρέως ἤκουσαν, καί τούς ὀφθαλμούς αὐτῶν ἐκάμμυσαν». Ὤ πόσων καί πηλίκων γραμμάτων ἀκούοντες οὐ συνιοῦμεν!Ὅθεν καί ἀναπολόγητοι ἐσόμεθα ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, ὅταν ἔλθῃ ὁ φωτίζων τά κρυπτά τοῦ σκότους, καί φανερῶν τάς βουλάς τῶν καρδιῶν ὅταν τό κριτήριον καθίσῃ, καί βίβλοι ἀνοιχθῶσιν, ἅς νῦν χλευάζομεν ἀκούοντες, καί οὐ παραδεχόμεθα. Ἕκαστος γάρ ἡμῶν τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθημεν, καταλείποντες τήν εὐθεῖαν ὁδόν, καί ἐγενόμεθα ὡς τό ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρχες ἡμῖν, Κύριε. Καί ἀληθῶς εἰς ἡμᾶς ἐπληρώθη ἡ προφητεία ∆αυΐδ λέγουσα· «Καί ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καί ἔμαθον τά ἔργα αὐτῶν». ∆ιά τοῦτό ἐσμεν ταπεινοί ἐν πάσῃ τῇ γῇ διά τάς ἁμαρτίας ἡμῶν, καί εἰς ἡμᾶς κατήντησε τά τέλη τῶν αἰώνων, ὡς γέγραπται· καί οἱ ποιμένες λύκοι, καί τά πρόβατα συντετριμμένα· καί ὁ λιμός ἐπί θύραις, οὐ λιμός ἄρτου καί δίψα ὕδατος, ἀλλά λιμός τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Μηδείς οὖν τῶν ἐλπιζόντων ἐπί Κύριον ἀπογινωσκέτω. Μή οὖν ἀθυμεῖτε, προορῶντες πάντοτε τόν εἰπόντα, ὅτι «Μεθ’ ὑμῶν εἰμι».

           β’. Θαρσεῖτε οὖν· οὐ γάρ λιμοκτονήσει Κύριος ψυχάς δικαίων. Περί τούτου τοῦ λιμοῦ λέγει ὁ Κύριος διά τοῦ προφήτου· «Καί ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπάγω λιμόν ἐπί τήν γῆν· οὐ λιμόν ἄρτου, οὐδέ δίψαν ὕδατος, ἀλλά λιμόν τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Καί περιδραμοῦνται ἀπό ἀνατολῶν ἕως δυσμῶν, ζητοῦντες τόν λόγον Κυρίου». Ὁρᾷς, ὅτι οὐ περί ἄρτου λέγει; Θεός γάρ οὐ περί τοῦ ἄρτου ἔλεγεν. Ὤ λιμοῦ δεινοῦ, καί ψυχοφθόρου, καί βλαβεροῦ! ὤ λιμοῦ τῆς αἰωνίου κολάσεως προξένου! Οὗτος ὁ λιμός ἐστιν ὁ χορηγός παντός πονηροῦ πράγματος· οὗτος ὁ λιμός, ὁ αἴτιος παντός κακοῦ. Τοῦτον τόν λιμόν προθεωρήσας ὁ προφήτης ∆αυΐδ ἐρχόμενον παρεκάλει τόν Θεόν, λέγων· Ὁ Θεός μου, μή παρασιωπήσῃς ἀπ’ ἐμοῦ. Καί περί τῶν σπουδαίων πιστῶν προεφήτευσε λέγων· «Ῥύσασθαι ἐκ τοῦ θανάτου τάς ψυχάς αὐτῶν, καί διαθρέψαι αὐτούς ἐν λιμῷ». Καί ἀλλαχοῦ λέγει· «Καί ἐν ἡμέραις λιμοῦ χορτασθήσονται· καί πάλιν, Ἐλεήμων καί οἰκτίρμων ὁ Κύριος τροφήν ἔδωκεν τοῖς φοβοῦσιν αὐτόν». Ταῦτα εἶπεν ὁ ∆αυΐδ περί τῶν ἐρευνώντων τάς Γραφάς, ὅτι οὐ πεινάσουσιν. Ἐρευνήσωμεν τάς Γραφάς, ἀδελφοί, ἵνα μή πεινάσωμεν ἐλθόντος τοῦ ψυχοφθόρου λιμοῦ· ἐρευνήσωμεν, ἵνα μή πλανηθῶμεν, καί περιφερώμεθα παντί ἀνέμῳ. ∆ιό φησιν ὁ Κύριος πρός τούς ἀμελοῦντας· «Πλανᾶσθε, μή νοοῦντες τάς Γραφάς». Ἀληθῶς γάρ οἱ τοιοῦτοι πλανῶνται. Πόθεν γάρ ὁ ψυχοκτόνος ἐπῆλθεν λιμός; οὐχί ἐκ τοῦ μή ἐρευνᾷν τάς Γραφάς; Ὤ πόσων ἀγαθῶν ἑαυτούς ἀπεστερήσαμεν, καταλιπόντες τάς θείας Γραφάς! δεσποτικόν γάρ τό πρόσταγμα. Ἐρεύνησον ἐμπόνως, ἐρεύνησον καί ζήτησον, καί εὑρήσεις πολύν τόν ἀνείκαστον πλοῦτον, καί θησαυρόν κεκρυμμένον ἐν τῷ ἀγρῷ· νοήσεις τήν θείαν Γραφήν. Ἐρεύνησον, καί εὑρήσεις, καί εὑρών, πάντα ὅσα ἔχεις πώλησον, καί ἀγόρασον τόν ἀγρόν ἐκεῖνον, τήν καλήν γνῶσιν τῶν ἁγίων Γραφῶν, ἐν αἷς κέκρυπται ὁ Υἱός, ἡ ἀληθινή Σοφία τοῦ Πατρός· ὅν εὑρών, μακάριος ἔσῃ, καθώς γέγραπται, ὅτι «Μακάριος ἄνθρωπος, ὅς εὗρεν σοφίαν». Ἐρεύνησον, ἀγαπητέ, κἄν πλούσιος τυγχάνῃς ἤ πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ἄῤῥην, εἴτε θῆλυ. «Ἐρευνᾶτε τάς Γραφάς». Ἡ γάρ θεία Γραφή ταμιεῖόν ἐστι παντός ἀγαθοῦ. Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν· περί γάρ συντελείας ὁ λόγος, καί περί ψευδοπροφητῶν, καί ψευδοδιδασκάλων, καί περί ἀθέων αἱρετικῶν, χειμάῤῥων δίκην ἐπικλυσάντων πανταχοῦ, καί πλανώντων πολλούς. Καί πόθεν τοῦτο συμβέβηκεν; ∆ῆλον ὅτι ἐκ τῆς ἀγνωσίας καί ἀπειρίας τῶν προϊσταμένων· ὅπου γάρ ἀπειρία ποιμένων, ἐκεῖ προβάτων ἀπώλεια. Τί οὖν εἴπω πρῶτον; περί τῆς συντελείας ἡμῶν; ἤ τῶν ἀθέων αἱρετικῶν στηλιτεύσω τά βέβηλα δόγματα; Εἰ καιρός ἦν, εἶχον ἄν θριαμβεῦσαι καί δημοσιεῦσαι αὐτῶν τά βέβηλα δόγματα, καί τά ἄθεσμα πράγματα· ἀλλά μέγας ἐστίν ὁ ἀγών, καί πολύς ὁ λόγος, τά τούτων γυμνῶσαι καί θριαμβεῦσαι ἀκάθαρτα δόγματα. Πλήν πρός τό παρόν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς ἐχθρούς τοῦ Χριστοῦ, καί λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους, καί ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων. ∆ιό καί λύκοι δικαίως ἐκλήθησαν ὑπό τῶν προφητῶν, καί αὐτοῦ τοῦ ∆εσπότου, καί τῶν μακαρίων ἀποστόλων·καί οὐ μόνον λύκοι, ἀλλά καί λοιμοί, καί ἀσεβεῖς, καί ἀντίδικοι, καί ἐχθροί, καί ἐπίβουλοι, καί βλάσφημοι, καί ὑποκριταί, καί κλέπται, καί λῃσταί, καί βδελυκτοί, καί ψευδοπροφῆται, καί ψευδοδιδάσκαλοι, καί ὁδηγοί τυφλοί, καί πλανῆται, καί πονηροί, καί ἀντίχριστοι, καί σκάνδαλα, καί υἱοί τοῦ πονηροῦ, καί ζιζάνια, καί ἄθεοι, καί πνευματομάχοι, οἱ βλασφημήσαντες τό Πνεῦμα τῆς χάριτος· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι· «∆ι’ οὕς ἡ ὁδός τῆς ἀληθείας βλασφημηθήσεται». Πρός δέ τούτοις καί τέκνα τοῦ πονηροῦ διαβόλου, καθώς φησιν ὁ θεολόγος· «Φανερά ἐστι τά τέκνα τοῦ διαβόλου». ∆εῖ οὖν πρῶτον περί τούτων ἀσχοληθῆναι, καί τότε περί τῆς συντελείας λαλῆσαι. Ἐπεί οὖν εἰς ἡμᾶς τά τέλη τῶν αἰώνων ἔφθασεν, ὡς λέγει ὁ Ἀπόστολος, καί ἀνέστησαν οἱ χαλεποί καιροί, καί ἡ ἀνομία ἐπληθύνθη, καί ἡ ἀγάπη τῶν πολλῶν ἐψύγη, καί οἱ πλανῶντες πολλοί, καί οἱ πλανώμενοι πλείονες· φέρε οὖν ἀναπτύξωμεν τάς ἱεράς βίβλους, ἐν αἷς εὑρόντες τήν ὁδόν τῆς ἀληθείας, βαδίζωμεν, ἀνατρέχοντες ἐπί τά ἅγια ὄρη, προφήτας λέγω καί ἀποστόλους, ὅπως μή πλανηθῶμεν, καί «Περιφερώμεθα ἐν παντί ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρός τήν μεθοδείαν τῆς πλάνης». Μή κάτω μείνωμεν, ἀλλά συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπί τό ὄρος τό μακάριον, καί ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος· Βλέπετε μή πλανηθῆτε· «Βλέπετε μή τις ὑμᾶς πλανήσῃ»· πανταχοῦ βλέπετε. Καί Ἰωάννης ὅμοια λέγει· «Ἵνα μή ἀπολέσητε ἅ εἰργάσασθε»· καί Παῦλος, «Βλέπετε τούς κύνας· Βλέπετε πῶς περιπατεῖτε». Τό δέ, «Βλέπετε», καί «Βλέπετε», οὐδέν ἕτερόν ἐστιν, εἰ μή πρός ὑμετέραν ἀσφάλειαν εἰρημένον περί τῶν πλανώντων τῷ κωδίῳ, καί τόν λύκον ὑποκρυπτόντων καί ἀπατώντων τούς ἀμελεστέρους. Πάνυ δέ ἀναγκαίως πανταχοῦ εἴρηται ἐν ταῖς Γραφαῖς, τό, Βλέπετε, καί Ὁρᾶτε, καί Γρηγορεῖτε, καί Προσέχετε, οὐ μόνον ἑαυτοῖς, ἀλλά καί παντί τῷ ποιμνίῳ. Οὐδέν γάρ παρεσιώπησε τῶν ἡμῖν συμφερόντων ἡ θεία Γραφή.

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος

           Πηγή: SPURIA SERMO DE PSEUDOPROPHETIS, ETC.(σελ. 554).

           Οἱ Εἱκόνες τοῦ κειμένου, ἔχουν τεθεῖ ἀπό τόν συντάκτη τῆς ἀνάρτησης.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

Ἡ ὑψίστη παρηγορία

Ἡ ὑψίστη παρηγορία

† Ἀρχιμανδρίτης Ἰωήλ Γιαννακόπουλος Περιστατικά καί νουθεσίες τοῦ Ἀρχιμανδρίτη Ἰωήλ Γιαννακόπουλου σταχυολογηθεῖσες ἀπό τευχίδιο τοῦ π. Ἐπιφάνειου Θεοδωρόπουλου.            «.....Ἀποτελεῖ παρηγορίαν δι' ἡμᾶς τὸ νὰ...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(5ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ' Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. ΑΙΩΝΙΑ Η...

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

Δαμασκηνοῦ τοῦ Στουδίτου λόγος ΚΓ’ περί συντελείας τοῦ Κόσμου, Ἀντιχρίστου & 2ας Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.(4ο)

ΘΗΣΑΥΡΟΣ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΛΟΓΟΣ ΚΓ'` Λόγος κοινῆ φράσει, περί τῆς συντελείας τοῦ Κόσμου, καί περί τοῦ Ἀντιχρίστου καί περί τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεταφρασθείς ἐκ τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἱππολύτου Πάπα Ρώμης. Η ΔΕΥΤΕΡΑ...