M

Close

Εὐχή πρωϊνή εἰς τόν ἅγιον ἀπόστολον Θωμᾶν

Κύριε παντοκράτορ ὁ Θεός ἡμῶν, εὔσπλαγχνε καί πολυέλεε, ὁ διά μείζονα βεβαίωσιν τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δέ ἡμῶν Ἰησοῦ Χριστοῦ, τόν ἀπόστολον Θωμᾶν οἰκονομικῶς συγχωρήσας περί αὐτῆς διστάσαι· οὗ ταῖς μεσιτείαις δώρησαι ἡμῖν, δεόμεθά σου, πίστιν βεβαίαν, ἵνα ἀδιστάκτως πιστεύωμεν τήν τοῦ αὐτοῦ Σωτῆρος ἡμῶν διά Πνεύματος ἁγίου ἐκ τῆς ἀειπαρθένου Μαρίας ἀνέκφραστον σάρκωσιν, καί τήν ἄρρητον γέννησιν, τά ἐξαίσια θαύματα, καί ὑπερφυῆ ἔργα· τά ὑπέρ ἡμῶν φρικτά πάθη, καί τόν ἐν σαρκί ἑκούσιον θάνατον· τήν ζωοποιόν ταφήν, καί τήν ἐκ νεκρῶν ἀνάστασιν· τήν τε εἰς οὐρανούς ἀνάληψιν, καί τήν δευτέραν αὐτοῦ παρουσίαν· ὅπως ἔργοις ἀγαθοῖς, ζῶσαν τήν πίστιν ἔχοντες, καί τήν μνήμην αὐτοῦ ἑκουσίως τιμῶντες, καταξιωθῶμεν καί νῦν καί ἐν τῷ μέλλοντι εὐαρεστῆσαί σοι. Ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΗΓΗ: ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ Α. ΣΙΜΩΝΩΦ. ΕΚΔΟΣΕΙΣ ΒΑΣ. ΡΗΓΟΠΟΥΛΟΥ.

Related Posts

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

Ἀπό τόν βίον του Ὁσίου καί Θεοφόρου πατρός ἡμῶν ΠΑΪΣΙΟΥ του Μεγάλου (ΙΟΥΝΙΟΥ ΙΘ’)

            Μοναχός τις, ἁπλοῦς κατά τήν διάνοιαν, ἤτοι μαθητής του ἱεροῦ Παϊσίου, ὑπακούων καλῶς εἰς ὅλα του τά προστάγματα· μεταβαίνων δέ οὗτος μίαν φοράν εἰς τήν Αἴγυπτον, διά να πωλήσῃ ἐργόχειρον, ἀπήντησε εἰς...

ΠΡΟΦΗΤΕΙΑ ΠΕΡΙ ΤΩΝ ΜΟΝΑΧΩΝ ΤΗΣ ΕΣΧΑΤΗΣ ΓΕΝΕΑΣ

ΠΡΟΦΗΤΕΙΑ ΠΕΡΙ ΤΩΝ ΜΟΝΑΧΩΝ ΤΗΣ ΕΣΧΑΤΗΣ ΓΕΝΕΑΣ

Τοῦ Ἀββᾶ ΜΩ∙Υ∙ΣΕΩΣ τοῦ Αἰθίοπος            Ὁ ἀββᾶς Μωϋσῆς ὁ Αἰθίοψ προεφήτευσεν εἰπὼν ὅτι εἰς τὰς ὑστερινὰς ἡμέρας τοῦ ἑβδόμου καὶ ἡμίσεος αἰῶνος, ἡ Μοναδικὴ πολιτεία θέλει ἀμεληθῆ τελείως καὶ μέλλει νὰ καταφρονηθῇ...

Τα θαυμαστά γεγονότα τῆς ἐν ἐξορίᾳ κοιμήσεως & τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

Τα θαυμαστά γεγονότα τῆς ἐν ἐξορίᾳ κοιμήσεως & τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

           Ὁ μακάριος καί θεῖος πατήρ ἡμῶν Ἰωάννης ὁ Χρυσόστομος, ἐπειδή δέν παρέβλεπε τό δίκαιον ἐκ φιλοπροσωπίας, ἀλλ’ ἤλεγχε πᾶσαν ἀδικίαν, διά τοῦτο ἤλεγχε καί τήν βασίλισσαν Εὐδοξίαν διά τάς παρανομίας καί ἀδικίας, ὅσας ἔκαμνε καί μάλιστα, ἐπειδή διά τυραννικοῦ...

ΜΝΗΜΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΕΙΣΜΟΥ

ΜΝΗΜΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΕΙΣΜΟΥ

Ἔσεισας, ἀλλ’ ἔστησας αὖθις γῆν, Λόγε, Τῆς σῆς γάρ ὀργῆς οἶκτός ἐστι τό πλέον.            Εἰς τούς τελευταίους χρόνους τῆς βασιλείας Θεοδοσίου τοῦ Μικροῦ ἐν ἡμέρῃ Κυριακῇ ὥρᾳ δευτέρᾳ, ἔγινε σεισμός εἰς τήν Κωνσταντινούπολιν τόσον μέγας, ὥστε ἐκρημνίσθησαν τά τείχη...